118
τὸ ἑαυτὴν μακρύναι τοῦ φωτὸς εὐάλωτος γεγένηται τοῖς πολεμίοις, ὡς καὶ εἰς ἐσχάτην ἐλθεῖν πτῶσιν τῷ μηδὲ τεῖχος ἔχειν τὸ περιφράττον καὶ φυλάττον αὐτήν. καθῄρητο γὰρ ὑπὸ τοῦ φήσαντος· «καθελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα». Ὅμως δ' οὖν, εἰ καὶ ταῦτα πέπονθε, διαθέσει τῇ πρὸς αὐτοὺς ὁ προφήτης ἑξῆς ἐπάγει λέγων· τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; εἰ γὰρ καὶ «ἀντὶ σταφυλῆς ἀκάνθας ἤνεγκε» καὶ γέγονε «χέρσος», ὡς μηδὲν πλέον ἔχειν καλάμης, ὅμως δ' οὖν ἠγάπα καὶ οὕτως ἔχουσαν αὐτὴν φυλάττειν. κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· τίς δώσει με χέρσον καὶ ἀφειμένον ἐν πολέμῳ; ἰσοδυναμεῖ δὲ καὶ παρ' αὐτοῖς· ἐγὼ μὲν οὖν φησιν ἐβουλόμην φύλαξ εἶναι τοῦ προλεχθέντος ἀγροῦ ἢ τοῦ δηλωθέντος ἀμπελῶνος ἢ τῆς ποτε ὀχυρᾶς πόλεως. ἡ δὲ πολεμία μοι γενομένη ἐποίησέ με ἀθετῆσαι αὐτήν, καὶ τοσοῦτον ὡς καὶ πυρὶ παραδοῦναι αὐτὴν μετὰ τὴν πολιορκίαν. Εἰκότως οὖν ἐπιλέγει ἡ προφητεία· κατακέκαυμαι, βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ· τὸ γὰρ τῆς τοῦ θεοῦ κρίσεως πῦρ καὶ μὴ βουλομένους αὐτοὺς ἐξομολογήσασθαι καταναγκάσει, ἀλλ' ἐκεῖνοι μὲν πολέμιοι τοῦ θεοῦ γενόμενοι τοιοῦτον ἔσχον τὸ τέλος, ἡμεῖς δὲ ἑτέρου τάγματος ὄντες ὡς ἂν σωφρονισθέντες, ἀφ' ὧν ἐκεῖνοι πεπόνθασιν, εἰρήνην ποιήσωμεν αὐτῷ. ταῦτα δὲ ὁ προφητικὸς λόγος τοῖς οἰκείοις καὶ τῆς αὐτοῦ μερίδος τυγχάνουσιν προσφωνεῖ συμβουλεύων καὶ παραινῶν· διόπερ εἰρήνην ποιήσωμεν αὐτῷ φησι, πάντες οἱ ἐρχόμενοι. τίνες δέ εἰσιν οὗτοι, διὰ τῶν ἑξῆς παρίστησι φάσκων· τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ, σαφῶς τὸν χορὸν τὸν ἀποστολικὸν αἰνιττόμενος. ἐγενήθησαν γοῦν οἱ ἀπόστολοι τέκνα Ἰακώβ, ἅτε δὴ ἐκ τοῦ Ἰουδαίων ἔθνους προελθόντες καὶ ἐκ τοῦ «κατὰ σάρκα Ἰσραὴλ» βεβλαστηκότες, καὶ ἐξήνθησαν βλαστὸν ἀγαθὸν καὶ ἄνθος εὐωδές, ὡς τὴν οἰκουμένην ἅπασαν τῆς αὐτῶν εὐωδίας ἀποπληρῶσαι· Τούτοις ἑξῆς εἴρηται· μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; ὁ δὲ νοῦς τοῦ λόγου οὕτως ἐστί· μή τι κακὸν ἀντὶ κακοῦ τοῖς ἔθνεσιν ἀπεδίδοσαν οἱ κηρύττοντες αὐτοῖς εἰρήνην; οἱ μὲν γὰρ ἐδίωκον τύπτοντες αὐτοὺς καὶ πληγὰς ἐπιτιθέντες αὐτοῖς, οἱ δὲ τὰ κάλλιστα αὐτοῖς τὴν εἰρήνην εὐηγγελίζοντο. μήτι οὖν τὰ ἴσα ἔπασχον οἱ ἐξ ἐθνῶν ἀδικοῦντες τοὺς τῆς εἰρήνης κήρυκας; ἔτυπτον μὲν γάρ, ἀλλ' οὐκ ἀντετύπτοντο, καὶ ἀνῄρουν, ἀλλ' οὐκ ἀντανῃροῦντο· καὶ μαχόμενοι δὲ καὶ ὀνειδίζοντες ἐδίωκον αὐτοὺς καὶ ἐξαπέστελλον, οἱ δὲ οὐκ ἀνεχώρουν τῆς εἰρήνης καὶ τοῦ τὰ ἀγαθὰ αὐτοῖς εὐαγγελίζεσθαι. διὸ ὥσπερ τοὺς ἀπίστους τῶν ἐθνῶν ἑξῆς ὁ λόγος φησίν· οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; ταῦτα γὰρ ἐμελέτων οἱ ἐξ ἐθνῶν ἄπιστοι κατὰ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν πνεύματι σκληρῷ κατεχόμενοι καὶ οὐδὲν ἕτερον διανοούμενοι, ἢ ὅπως ἀνέλωσιν αὐτοὺς τῷ ἐν αὐτοῖς πνεύματι τοῦ θυμοῦ. ἀλλ' ἐπειδὴ τοιαῦτα πάσχοντες οἱ ἐκ τοῦ Ἰακὼβ βλαστήσαντες καὶ ἐκ τοῦ Ἰσραὴλ ἐξανθήσαντες ἔφερον πάντα γενναίως διὰ τὸν Χριστόν. τούτου χάριν ἐπιλέγει· ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωσι τὴν ἁμαρτίαν αὐτοῦ. ταῦτα γάρ φησιν αἴτια γενήσεται τῆς ἀφέσεως τῶν ἁμαρτιῶν Ἰακὼβ καὶ διὰ ταῦτα ἐπ' αὐτὸν ἥξει ἡ εὐλογία ἀφαιρουμένης αὐτῷ τῆς ἁμαρτίας· εἰ γὰρ «σωθήσεται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης» κατὰ τὸν Ἀπόστολον, ἀκόλουθόν ἐστι καὶ τὸν Ἰακὼβ τέκνα βλαστήσαντα καὶ τὸν τοιοῦτον καρπὸν ἐξανθήσαντα διὰ τῆς τούτων ἀρετῆς κοινωνῆσαι τῇ αὐτῶν εὐλογίᾳ. σημαίνει δὲ ὁ λόγος πολλοὺς διὰ τῆς ἀποστολικῆς χάριτος καὶ τῶν κατὰ σάρκα γειτνιώντων αὐτοῖς σωθήσεσθαι. μάλιστα δὲ ταῦτα ἔσεσθαί φησιν, ὅταν τὰ προλεχθέντα τέκνα