1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

119

Ἰακὼβ καὶ τὸ ἄνθος τὸ ἐξ Ἰσραὴλ περιδραμόντες τὴν οἰκουμένην καὶ πληρώσαντες αὐτὴν τῆς αὐτῶν θεοσεβοῦς διδασκαλίας τὴν ἐξ αἰῶνος κρατήσασαν τῶν ἐθνῶν πολυθέων πλάνην διὰ τῆς αὐτοῦ δυνάμεως ἀνατρέψωσιν ὡς θεῖναι μὲν τοὺς λίθους πάντας τῶν εἰδωλικῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν, ἀφανισθῆναι δὲ ποιῆσαι τὰ δένδρα καὶ τὰ ἄλση τὰ ἐν τοῖς ναοῖς, ἐρήμωσίν τε αὐτῶν καταστῆσαι τοσαύτην ὡς δρυμῷ παραβληθῆναι αὐτά. Ταῦτα μὲν οὖν κατορθοῦσιν οἱ δηλωθέντες, τὸ δὲ πάλαι κατοικούμενον ποίμνιον, ὁ λαὸς τοῦ Ἰσραήλ, ἀνειμένον ἔσται ὡς ποίμνιον καταλελειμμένον· ἐπεὶ μὴ ἐβουλήθησαν «τὸν καλὸν ποιμένα» παραδέξασθαι, «τὸν θέντα τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων», διόπερ ἡ χώρα τῆς ψυχῆς αὐτῶν ἔσται πολὺν χρόνον εἰς βόσκημα, ὡς πληροῦσθαι εἰς αὐτοὺς τό· «ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν». κἀκεῖ φησιν ἀναπαύσονται, δηλονότι «οἱ καταβόσκοντες καὶ λυμηνάμενοι αὐτήν». εἰς τοσαύτην δὲ περιτραπήσεται ἐρημίαν, ὡς μηδὲν χλωρὸν ἐν αὐτῇ ὑπάρξαι. διὸ λέλεκται· καὶ οὐκ ἔσται ἐν αὐτῇ χλωρόν· 1.91 Γυναῖκας ἀνακαλεῖται ὡς ἀνδρῶν μὴ εὑρισκομένων ἐν αὐτοῖς ἀξίων σωτηρίας. διὸ ταῖς γυναιξὶ παρακελεύεται ἥκειν καὶ σπεύδειν εἰς μαρτυρίαν ἀπὸ θέας τῶν παραδόξων καὶ θαυμαστῶν ἔργων, ὡς ἂν ἐλθοῦσαι φωτίσαιεν «τὸν ἐν σκότῳ καθήμενον λαὸν» καὶ τὴν πόλιν αὐτῶν τὴν ἀφειμένην. διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· γυναῖκες ἐρχόμεναι φωτίζουσιν αὐτήν, κατὰ δὲ τὸν Σύμμαχον· γυναῖκες ἐρχόμεναι καὶ δηλοῦσαι αὐτήν. τίνα δὲ αὐτὴν ἢ τὴν ἀνωτέρω λεχθεῖσαν πόλιν, περὶ ἧς εἴρητο· πόλις γὰρ ὠχυρωμένη μόνη καλὴ ἀφεῖται καὶ ἐγκαταλέλειπται ὡς ἔρημος. ταῦτα δὲ ἐπληροῦτο πρὸς λέξιν καὶ πρὸς ἱστορίαν κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάστασιν. ἐν ᾧ κατὰ μὲν τὸν Ματθαῖον· «ἦσαν ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ Ἰακώβου καὶ Ἰώση μήτηρ, καὶ ἡ μήτηρ τῶνυἱῶν Ζεβεδαίου», κατὰ δὲ τὸν Λουκᾶν· «κατακολουθήσασαι δὲ γυναῖκές τινες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ» καὶ τὰ ἑξῆς. ἐπεὶ τοίνυν ὁ λαὸς ὁ μὴ ἔχων σύνεσιν καὶ κηρύγματι τῶν ἀποστόλων οὐκ ἐπείθετο, καίτοι τῶν ἐθνῶν παραδεχομένων τὸν λόγον, τούτου χάριν τὰς γυναῖκας τὸ θεῖον πνεῦμα καλεῖ ἐπὶ τὴν μαρτυρίαν τοῦ κηρυττομένου λόγου, ἐπειδὴ δὲ τυφλώττοντας αὐτοὺς ἑώρα. διὰ τοῦτό φησιν οὐ μὴ οἰκτειρήσει ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσει. Ἔσται δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ φησί, τοῦτ' ἔστιν ἐν τῷ καιρῷ τῷ δηλουμένῳ, συμφράξει κύριος ἀπὸ τῆς διώρυχος τοῦ ποταμοῦ. ἀντὶ δὲ τοῦ συμφράξει οἱ λοιποὶ ἑρμηνευταὶ πάντες πατάξει εἰρήκασι, δηλοῦντες πατάξειν τὸν κύριον τοὺς ἀπίστους ἐκείνους καὶ τὸν λαὸν τὸν ἀσύνετον. εἶτα τόπον ἀφορίζει λέγων· ἀπὸ τοῦ ῥείθρου τοῦ ποταμοῦ ἕως τοῦ χειμάρρου Αἰγύπτου κατὰ τὸν Σύμμαχον, ᾧ ἰσοδυναμοῦσι καὶ οἱ λοιποί. οἶμαι δὲ διὰ τούτων σημαίνεσθαι τὸν ἐπελθόντα τοῖς Ἰουδαίοις πόλεμον κατὰ τὸ Παλαιστίνων ἔθνος μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν. αὐτῶν τῶν γοῦν μεθορίων τῆς Παλαιστίνης ἔοικεν ὁ λόγος μνημονεύων ἀπὸ τοῦ ποταμοῦ λέγων, τάχα που τοῦ Ἰορδάνου, ἕως Ῥινοκορούρων· πόλις δέ ἐστιν αὕτη ἀμφὶ τοὺς ὅρους τοὺς μεταξὺ τῆς Αἰγύπτου καὶ τῆς Παλαιστίνης κειμένη. διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἕως τοῦ χειμάρρου Αἰγύπτου εἴρηται, αἰνιττομένου ὡς ἔφην τοῦ λόγου τὸν γενησόμενον κατὰ Ἰουδαίων πόλεμον ἐν τῷ Παλαιστίνων ἔθνει. τοῖς δὲ τοῦ λόγου κήρυξιν ἑξῆς προστάττει λέγων· ὑμεῖς δὲ συναγάγετε κατὰ ἕνα ἕνα τοὺς υἱοὺς Ἰσραήλ· εἰ γὰρ καὶ μὴ ἀθρόως ὁ λαὸς βούλεται προσιέναι τῷ σωτῆρι κηρύγματι· λαὸς γάρ ἐστιν οὐκ ἔχων σύνεσιν, ἀλλὰ κἂν βραχεῖς τινας ἐξ αὐτῶν κατὰ ἕνα συναγάγετε τοὺς υἱοὺς Ἰσραήλ. ἀγαπητὸν γὰρ τὸ κἂν ἕνα ἕνα ἢ καὶ δεύτερον καί τινας εὐαριθμήτους ἐξ