120
αὐτῶν καθ' ἑκάστην πόλιν ἢ καθ' ἕκαστον ἔθνος σῴζεσθαι. τούτους μὲν οὖν κατὰ ἕνα ἕνα συναγάγετε, τοῖς δὲ λοιποῖς ἔθνεσι σάλπιγξ σαλπιεῖ μεγάλη τοῦ λόγου βοῶντος εἰς ἐξάκουστον ἅπασιν ἀνθρώποις. διὸ εἴρηται· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπίσει ἐν τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι τοῦ λαοῦ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσι τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἰερουσαλήμ. σημαίνει διὰ μὲν τῶν Αἰγυπτίων τοὺς εἰδωλολάτρας, διὰ δὲ τῶν Ἀσσυρίων τοὺς πολεμίους τοῦ Ἰσραὴλ τοὺς πολιορκητὰς τῆς Ἰουδαίων χώρας γενομένους, οἷς τοῦ λόγου διὰ τῆς εὐαγγελικῆς σάλπιγγος τῆς ὡς ἀληθῶς μεγάλης κηρύξαντος, μεταβαλόντες οἱ ἐν τοῖς ἔθνεσιν εἰδωλολάτραι καὶ οἱ πάλαι ἐχθροὶ καὶ πολέμιοι τῆς τοῦ Ἰσραὴλ θεοσεβείας, ἥξουσι πρὸς τὸν θεὸν ἐπιστρέψαντες, ὡς τοὺς πάλαι ἀπολωλότας ἐν τῇ τῆς εἰδωλολατρίας πλάνῃ, μεταβληθέντας καὶ σπεύσαντας ἐλθεῖν ἐπὶ τὴν τοῦ θεοῦ λόγου γνῶσιν τῆς διὰ Χριστοῦ σωτηρίας τυχεῖν. 1.92 Τὴν τῶν ἀθέων σύνοδον τῶν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπισυναχθέντων ὁρᾷ τῷ πνεύματι, στέφανόν τε ὕβρεως ἀποκαλέσας τὴν ἐπὶ κακῷ συμπλοκὴν αὐτῶν καὶ τὴν ἐπὶ κακῷ συμφωνίαν, ἐπιβοᾷ λέγων· Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως. ᾐνίττετο δὲ τὸ συνέδριον τῶν Φαρισαίων καὶ ἀρχιερέων καὶ τῶν λοιπῶν ἀρχόντων τοῦ Ἰουδαίων λαοῦ, οὓς ἐκ διαφόρων ἀξιωμάτων συνελθόντας κατὰ τὸ αὐτὸ στεφάνῳ παραβάλλει, οὐ τιμῆς τινος οὐδὲ δόξης, ἀλλὰ ὕβρεως καὶ ἀτιμίας. διό φησιν· Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· τῷ στεφάνῳ τῆς ὑπερηφανίας. ὑπερήφανοί τινες ἦσαν ἀλαζόνες τε καὶ ἀπονενοημένοι, ἐν οἷς ὑπῆρχον καὶ οἱ μισθωτοὶ Ἐφραίμ. ἐλέγετο δὲ Ἰούδας ὁ προδότης ἐκ φυλῆς Ἐφραὶμ γεγονέναι· μιςθωτὸν δὲ αὐτὸν καλεῖ ὡς ἂν ἐξηγορασμένον χρήματι ἐπὶ τῷ προδοῦναι τὸν διδάσκαλον. αὐτὸς δὲ ἦν καὶ τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης· μετασχὼν γὰρ τῆς δόξης τοῦ ἀποστολικοῦ χοροῦ διὰ τῆς ἐπὶ τὸ χεῖρον ῥοπῆς γέγονε τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης. ἄνθος δὲ καὶ βλαστὸς μικρῷ πρόσθεν ὠνομάζοντο οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, ἐν οἷς ἐλέγετο· «τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ». ἀλλ' ἐκ τούτων ὁ προδότης ἐκπεσὼν τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης εἴρηται. οἱ δὲ προλεχθέντες ὁμοῦ πάντες συνήχθησαν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος· σημαίνει δὲ οὗτος ὁ λόγος τὸ σπέρμα τῶν τὴν ψυχὴν πεπαχυμμένων, περὶ ὧν ἐλέχθη· «ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου». ἦσαν τοίνυν ὥσπερ τις κορυφὴ ὄρους τοῦ παχέος οἱ ἄρχοντες τοῦ πεπαχυμμένου λαοῦ, κεφαλὴ τυγχάνοντες αὐτῶν, οἷς συνήφθη τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης, διὸ ταλανίζεται. ἀντὶ δὲ τοῦ· ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, ὁ μὲν Ἀκύλας φάραγγος ῥυπαριῶν, ὁ δὲ Σύμμαχος φάραγγος πιοτήτων, ὁ δὲ Θεοδοτίων φάραγγος πιόνων ἡρμήνευσαν· ἡ δὲ Ἑβραϊκὴ φωνὴ γεθσημανὶ περιέχει. ὅπερ ἤκουσά τινος τῶν ἡμετέρων ἀγαπητῶν διασαφοῦντος καὶ λέγοντος τὸν τόπον τὸν ἐν τῷ Εὐαγγελίῳ «Γεθσημανὶ» ὠνομασμένον, ἔνθα ὁ προδότης μετὰ τοῦ στεφάνου τῆς ὕβρεως ἐπελθὼν τῷ σωτῆρι τὰ τῆς προδοσίας εἰργάσατο. Οἱ δὲ αὐτοὶ ἦσαν μεθύοντες ἄνευ οἴνου, οἷς καὶ ἀπειλεῖ τὰ ἑξῆς λέγων· ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς κυρίου ὡς χάλαζα φερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν τῇ γῇ ποιήσει ἀνάπαυμα ταῖς χερσὶ καὶ τοῖς ποσίν· οὕτως γὰρ θυμὸς κυρίου φησὶ κατὰ τούτων αὐτῶν ἐλεύσεται τῶν μεθυόντων ἄνευ οἴνου ὡς χαλάζῃ παραβάλλεσθαι κατὰ κεφαλῆς ἀνδρῶν μὴ ἐχόντων σκέπην καταρρασσούσῃ. ἀλλὰ καὶ τὸ ὕδωρ πολὺ σῦρον, ὥστε ποιῆσαι ἑαυτῷ διέξοδον ἐπὶ τῆς γῆς, οὕτω πως τὸν θυμὸν τοῦ θεοῦ κατὰ τῶν δηλωθέντων ἐπενεχθήσεσθαί φησιν. Εἶθ' ἑξῆς ἐπιλέγει· καὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, ὁ μισθωτὸς Ἐφραίμ· πάλαι μὲν γὰρ ἦσαν στέφανος ὕβρεως εἰς τὸ ὑβρίζειν παρατεταγμένοι· διὸ καὶ στέφανος ὑπερηφανίας ἐλέγοντο· τέλος δὲ