121
αὐτοὺς διαλήψεται τοιοῦτον, ὡς καταπατηθῆναι αὐτούς. διὸ καὶ κατεπατήθησαν ὑπὸ τῆς ἐπελθούσης αὐτοῖς ὀργῆς τοῦ θεοῦ, ὑπό τε τῶν καταδουλωσαμένων αὐτοὺς πολεμίων· οἳ καὶ τὴν πόλιν αὐτῶν ἑαυτοῖς καταπάτημα πεποιήκασι τοὺς παλαιοὺς ἐξελάσαντες οἰκήτορας. Ταῦτα μὲν οὖν περὶ τοῦ στεφάνου τῆς ὕβρεως, ἰδίως δὲ περὶ τοῦ ἐκπεσόντος τῆς δόξης ἄνθους ἑξῆς ἐπιλέγει· καὶ ἔσται τὸ ἄνθος τῆς ἐλπίδος τῆς δόξης ἐπ' ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτὸ πρὶν εἰς τὴν χεῖρα λαβεῖν θελήσει αὐτὸ καταπιεῖν. τοιοῦτος δέ τις ἦν ὁ Ἰούδας, ἄνθος μὲν γεγονώς, ἀλλ' ἐκπεσὼν τῆς ἐλπίδος τοῦ θεοῦ καὶ τῆς δόξης. καὶ πάλαι μὲν τυγχάνων ἐπάνω τοῦ ὄρους τοῦ ὑψηλοῦ, ἀλλ' οὐχ ὁμοίως τοῖς ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος· ἦν γὰρ καὶ αὐτὸς εἷς τῶν ἐπὶ τοῦ ὄρους τοῦ ὑψηλοῦ, περὶ ὧν ὁ παρὼν προφήτης φησίν· «ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών», ἀλλὰ γέγονε τοιοῦτός τις, ὡς ὁμοιωθῆναι προδρόμου σύκου καρπῷ ἀτελεσφορήτῳ, ὡραίῳ μὲν καὶ καλῷ τῇ θέᾳ, ἀχρήστῳ δὲ ἄλλως διὰ τὸ ἀτελὲς τοῦ πρὸς τροφὴν ἐπιτηδείου καρποῦ. διὸ πρόδρομον αὐτὸν γενόμενον τεθεαμένος ὁ τῶν καλῶν βάσκανος, προήρπασε σπεύσας, ὡς ἐθελῆσαι αὐτὸν καταπιεῖν, πρὶν ἢ τῆς χειρὸς ἐπιλαβέσθαι· οὕτω γοῦν αὐτὸν καὶ κατέπιεν ἰσχύσας. Ἀλλὰ τὰ μὲν περὶ τοῦ στεφάνου τῆς ὕβρεως, τά τε περὶ τοῦ ἐκπεσόντος ἄνθους, τοιαῦτα τῇ δὲ ἡμέρᾳ ἐκείνῃ φησί, δηλαδὴ κατὰ τὸν αὐτὸν χρόνον, ἔσται κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι τοῦ λαοῦ, δηλονότι τοῖς περιλειφθεῖσιν ἐκ τῆς τοῦ παντὸς λαοῦ ἀπωλείας· οὗτοι δ' ἦσαν οἱ τοῦ σωτῆρος ἀπόστολοί τε καὶ μαθηταί, οἷς αὐτὸν ἔσεσθαι τὸν κύριον στέφανον ἐλπίδος ἐπαγγέλλεται. εἶτα ἐπειδὴ «ἐπὶ θρόνους καθίσεσθαι» εἴρηνται «κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ», γέγονεν αὐτοῖς αὐτὸς κύριος καὶ εἰς πνεῦμα κρίσεως, πρὸς τούτοις δὲ καὶ δύναμις αὐτῶν αὐτὸς ἦν εἰς τὸ ὑποδέχεσθαι τοὺς ἀπὸ πολέμου μέλλοντας ὑποστρέφειν εἰς τὴν πύλην τῆς ἐκκλησίας. Καὶ ταῦτα μὲν περὶ τῶν ἀποστόλων, αὖθις δὲ μεταβαλὼν ὁ λόγος ἐπὶ τοὺς τοῦ ἀριστεροῦ τάγματος ἐπιλέγει· οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσί· τίνες δὲ οὗτοι, διερμηνεύει ἱερεὺς καὶ προφήτης λέγων. ὁρᾷς τίνες ἦσαν ὁ στέφανος τῆς ὕβρεως, δῆλον δ' ὅτι οἱ ἐν τῷ προτέρῳ λόγῳ ἱερεῖς καὶ οἱ ὀνομαζόμενοι αὐτῶν προφῆται δέ τινες ὄντες διεκδικοῦντες γε μὴν ἑαυτοῖς ἀξιώματα προφητικά. πάντες οὗτοί φησιν ἐπλανήθησαν ἀπὸ οἴνου καὶ διὰ τὸ σίκερα ἀπὸ «χολῆς καὶ πικρίας καὶ θυμοῦ δρακόντων». ἐπλανήθησαν διὰ τὸ σίκερα, ὅπερ οἱ λοιποὶ ἑρμηνευταὶ μέθυσμα ὠνόμασαν. ἵνα δὲ μήτις οἶνον ὑπολάβοι καὶ μέθυσμα τὸ προχείρως νοούμενον, προησφαλίσατο ἀνωτέρω εἰπών· «οἱ μεθύοντες ἄνευ οἴνου». οὐκοῦν ἕτερος ἦν οὗτος ὁ οἶνος καὶ ἄλλο τὸ καλούμενον σίκερα ἢ τὸ μέθυσμα, δι' οὗ τὰ τῆς πλάνης αὐτοῖς γέγονεν. εἶτα ἐπιλέγει· τοῦτό ἐστι φάσμα· φάσμα γὰρ ἦν ἀληθῶς καὶ φάντασμα τὸ πάντας αὐτοὺς ἀθρόως τὰ τοσαῦτα παθεῖν καὶ τὸ βουλὴν βουλεύσασθαι δεινὴν καὶ ἄθεον, ἣν καταλήψεται ἡ ἐκ τοῦ θεοῦ ἀρά. Ἰούδας μὲν οὖν χρημάτων ἕνεκεν καὶ τῆς τούτων πλεονεξίας «προεδίδου» τὸν σωτῆρα, οἱ δὲ λοιποὶ μεταποιούμενοι τῆς ἐκ τοῦ λαοῦ πλεονεξίας, καὶ μή πη ὁ Χριστοῦ λόγος καθέλοι αὐτούς, τῆς ἀρχῆς ὑφορώμενοι τὴν κατ' αὐτοῦ συσκευὴν ἐτύρευσαν. διὸ εἴρηται· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας ἐσκέψαντο. καλεῖ δὲ τὴν βουλὴν ἐπιβουλήν. 1.93 ∆ιαγράψας ὁ λόγος τὴν περὶ «τοῦ στεφάνου τῆς ὕβρεως» καὶ τῶν ἑξῆς ἐπενηνεγμένων προφητείαν, μεταβαίνει πάλιν ἐπὶ τὸ τάγμα τὸ ἀποστολικόν, οὗ ἐλέγετο εἶναι αὐτὸς «ὁ κύριος σαβαὼθ στέφανος ἐλπίδος» καὶ «κίδαρις δόξης». διδάσκει δὲ τοῦτον αὐτόν, λέγω δὲ τὸν ἀποστολικὸν χορὸν παρασκευάζεσθαι καὶ ἑτοίμους γίγνεσθαι πρὸς θλίψεις μελλούσας αὐτοῖς ἐπάγεσθαι διὰ τὸν Χριστοῦ λόγον. διὸ ὥσπερ ἐπιφωνῶν αὐτοῖς λέγει· τίνι ἀνηγγείλαμεν κακὰ καὶ τίνι