122
ἀνηγγείλαμεν ἀγγελίαν; ὡσεὶ σαφέστερον ἔλεγε· τίς ἄρα πρόθυμος παραδέξασθαι τὰ ἀπαγγελλόμενα κακά· κακὰ δὲ ὀνομάζει κοινότερον τὰς περιστάσεις καὶ τὰ νομιζόμενα λυπηρά, τοὺς πόνους δηλαδὴ καὶ τὰς θλίψεις τὰς ὑπὲρ εὐσεβείας. τίς οὖν ἄρα ἐστίν, ᾧ ταῦτα προσαγγέλλομεν; ἀκουέτω γὰρ οὗτος, ὡς οὐ μόνον κακά, θλίψεις καὶ πόνους καὶ τὰ νομιζόμενα λυπηρὰ τούτῳ καταγγέλλομεν, ἀλλ' ἐπὶ τούτοις καὶ ἀγαθὴν ἀπαγγελίαν τὴν περὶ τῶν ἀποδοθησομένων ἐπάθλων τοῖς εὖ διηγωνισμένοις. ἀκούσατε ὑμεῖς, οἱ ἀπογεγαλακτισμένοι ἀπὸ μαστοῦ· πρὸς ὑμᾶς γὰρ τοὺς ἀποστόλους ἐστὶν ὁ λόγος καὶ ταῦτα περὶ ὑμῶν ἀπαγγέλλομεν. «ὅτε» μὲν γὰρ «ἦτε νήπιοι» ὡς ἂν ὑπὸ μαζῶν τρεφόμενοι γάλακτι, οὐδὲν ἦν ὑμῖν ἐπικείμενον τοιοῦτο διὰ τὸ ἀτελὲς τῆς νοητῆς ὑμῶν ἡλικίας· τοιοῦτοι δὲ ἐτυγχάνετε, ὅθ' «ὑπὸ παιδαγωγὸν» τὸν Μωσέως «νόμον» ἦτε γαλουχούμενοι ταῖς πρώταις εἰσαγωγαῖς τοῦ θεοσεβοῦς λόγου· νῦν δ' ὅτε «προκόψαντες τῇ ἡλικίᾳ» τοῦ μὲν παιδαγωγοῦ ἀπηλλάγητε, τῷ δὲ τελείῳ διδασκάλῳ προσεληλύθατε, ἀπογαλακτισθέντες ἀπὸ τοῦ νομικοῦ γάλακτος καὶ ἀποσπασθέντες ὡς ἀπὸ μητρὸς τῆς Ἰουδαϊκῆς καὶ σωματικῆς λατρείας. Ὡς ἂν τελειοτέρας τροφῆς τῆς σωτηρίου καὶ εὐαγγελικῆς μεταλαμβάνοντες παρασκευάζεσθε εἰς θλίψεις· ἀνάγκη γὰρ τοὺς ὑπὲρ εὐσεβείας ἀγωνιζομένους θλῖψιν προσδοκᾶν καὶ οὐ μίαν ταύτην, ἀλλὰ δὲ δευτέραν ἐπὶ τῇ πρώτῃ. λέγεται δὲ ταῦτα πρὸς τὸν χορὸν τὸν ἀποστολικὸν καὶ πρὸς πάντας τοὺς τῷ σωτηρίῳ εὐαγγελίῳ μαθητευομένους. οὐ δεῖ δὲ ἐπαυδᾶν ἐπὶ ταῖς θλίψεσιν οὔτε ἀπογινώσκειν ἑαυτῶν τὴν σωτηρίαν ὡς ἂν ἐν θλίψει πάντοτε γεγεννημένους. ὅσον γὰρ οὔπω παυσαμένης τῆς θλίψεως τὰ ἐπὶ ταύτῃ διαδέξεται ὑμᾶς βραβεῖα, νικητὰς ἀποφανθέντας καὶ «τῷ στεφάνῳ τῆς ἐλπίδος τῷ πλακέντι τῆς δόξης» ἀναδησομένους. διόπερ ἐλπίδα ἐπ' ἐλπίδι ἐπάγει, οὐ μετὰ μακρὸν διάστημα τῆς θλίψεως· βραχὺ γάρ τι ἔσται μεταξύ. διό φησιν· ἔτι μικρὸν ἔτι μικρόν· «ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει». ἔσται δὲ ὑμῖν τὰ τῆς θλίψεως διὰ φαυλισμὸν χειλέων καὶ διὰ γλώσσης ἑτέρας· φαυλίζοντες γὰρ ὑμᾶς οἱ θλίβοντες καὶ χλευάζοντες λοιδοροῦντες καὶ βλασφημοῦντες διατελέσουσιν ἀλλοιοτέρᾳ γλώσσῃ χρώμενοι, ἧς δεῖ καταφρονεῖν διὰ τὴν ἔτι μικρὸν διαδεξομένην ὑμᾶς ἐλπίδα. ταῦτα μὲν οὖν προσφωνητικῶς πρὸς τοὺς ἀποστόλους καὶ μαθητὰς καὶ εὐαγγελιστὰς τοῦ σωτῆρος ἡμῶν ἀναπεφώνηται, τὰ δ' ἑξῆς προφητικῶς ὁ λόγος τὸν Ἰουδαίων λαὸν διδάσκει, ὅτι ταῦτα αὐτὰ τὰ περὶ τῆς θλίψεως καὶ τῆς ἐπὶ τῇ θλίψει ἐλπίδος μεμαθηκότες οἱ Χριστοῦ μαθηταὶ λαλήσουσι πείθοντες αὐτούς, ὡς ἐν τούτῳ οὔσης τῆς τεταμιευμένης παρὰ τῷ θεῷ ἀναπαύσεως, λέγω δὲ ἐν τῷ θλίβεσθαι καὶ ὑπὲρ εὐσεβείας πάντα ὑπομένειν. Καὶ τὸ νομιζόμενον τοῦτο τὸ ἀνάπαυμα καὶ τοῦτο τὸ σύντριμμα τῷ διψῶντι καὶ πεινῶντι «τὴν θεοσέβειαν πρὸς ὠφελείας» γίγνεται. καὶ οἱ μὲν ταῦτα λαλήσουσι τῷ λαῷ τούτῳ, δείκνυσι δὲ ὁ λόγος τοὺς ἐκ περιτομῆς ἀπίστους, οἱ δὲ οὐ θελήσουσιν ἀκούειν. διόπερ ἔσται φησὶν αὐτοῖς τὸ λόγιον κυρίου ἄλλῳ τρόπῳ θλῖψις ἐπὶ θλῖψιν· οὐ γὰρ βουληθέντες διὰ Χριστὸν θλίβεσθαι, οὐδὲ «τὴν στενὴν ὁδὸν καὶ τὴν τεθλιμμένην» ὁδεῦσαι, τὴν «πλατεῖαν» δὲ καὶ «εὐρύχωρον» ἀπελθόντες, πεσοῦνται εἰς τὰ ὀπίσω καὶ συντριβήσονται καὶ κινδυνεύσουσι καὶ ἁλώσονται· ταῦτα γὰρ πάντα διαδέξεται αὐτοὺς μὴ βουληθέντας τὸ προλεχθὲν λόγιον τοῦ κυρίου παραδέξασθαι, ἑαυτοῖς δὲ πτώσεως καὶ συντριβῆς γενομένοις αἰτίοις. Καὶ ἐπειδήπερ τοιαῦτα ἑαυτοῖς προεξένησαν μὴ πιστεύσαντες τῷ προλεχθέντι λόγῳ, διαστέλλεται αὐτοῖς τὰ ἑξῆς λέγων· διὰ τοῦτο ἀκούσατε λόγον κυρίου, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἰερουσαλήμ, ἢ κατὰ τὸν Σύμμαχον· ἄνδρες χλευασταί, οἱ ἐξουσιάζοντες τοῦ λαοῦ τούτου οἱ ἐν Ἰερουσαλήμ· ὄντων γὰρ καὶ ἄλλων χλευαστῶν