1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

123

ἀνδρῶν τῶν παρ' Ἕλλησι διασυρόντων τὸν Χριστοῦ λόγον, ἵνα μή τις ὑπολάβῃ περὶ ἑτέρων τὰ προκείμενα λέγεσθαι, ἀκριβῶς καὶ ἀναγκαίως προσέθηκεν τό· οἱ ἐξουσιάζοντες τοῦ λαοῦ τούτου. καὶ ἐπειδήπερ καὶ ἐκτὸς τῆς Ἰερουσαλὴμ ἦσαν πλείους ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν προεστῶτες τοῦ λαοῦ, ἐπισημαίνεται ἀκριβῶς πρὸς ποίους ἄρχοντας καὶ ἐξουσιάζοντας τοῦ λαοῦ ταῦτα λέγοιτο. Οὗτοι δ' ἦσαν «ὁ στέφανος τῆς ὕβρεως» ὁ ἀνωτέρω λελεγμένος, καὶ ταῦτα τοίνυν ἔτι πρὸς τοὺς αὐτοὺς λέγεται· ἐπειδὴ εἴπατε πρὸς ἑαυτούς· Ἐποιησάμεθα διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας· εἴπατε γάρ· ἐποιησάμεθα τὸ ψεῦδος ἐλπίδα ἡμῶν καὶ ἐν ψεύδει σκεπασθησόμεθα· ἐπειδὴ τοίνυν ταῦτα διενοήθησαν καὶ ἀλλήλοις ὡμίλησαν οἱ προλεχθέντες χλευασταὶ τὸν μὲν Χριστοῦ λόγον χλευάσαντες καὶ διασύραντες, δι' οὗ ἐδιδάσκοντο ὡς δέοι αὐτοὺς θλῖψιν ἐπὶ θλίψει προσδοκᾶν καὶ τὴν ἐπ' αὐτῇ ἐλπίδα ἐπ' ἐλπίδι, ἑλόμενοι δὲ φιλίαν σπείσασθαι πρὸς τὸν θάνατον καὶ πρὸς τὸν ᾅδην καταφυγήν. τοῦτο γὰρ πράξαντες προσεδόκησαν οὔτε θλίψεως πειραθήσεσθαι οὔτε λυπηρῷ τινι καὶ ἀηδεῖ περιπεσεῖσθαι· εἰ δὲ καὶ συμβαίη ὑμᾶς καταιγίδα, ποθὲν ἐπικλύζουσαν ἐξ ἀντικειμένης δυνάμεως ἐπιέναι οὐκ ἐφ' ὑμᾶς ἥξειν ὑπελάβετε διὰ τὸ φίλους εἶναι τῇ ἀντικειμένῃ δυνάμει καὶ αὐτῷ τῷ θανάτῳ. Ἐπεὶ τοίνυν ταῦτα πρὸς ἑαυτοὺς εἴπατε, τούτου χάριν ἀκούσατε, ἅπερ πρὸς ὑμᾶς εἰπεῖν ὁ τῶν ὅλων προσέταξε κύριος· ὑμεῖς μὲν οὐ παρεδέξασθε τὴν πρώτοις ὑμῖν καταγγελθεῖσαν χάριν, ἐγὼ δὲ τὸν ἐμαυτοῦ λίθον τὸν πολυτελῆ καὶ τίμιον ἐν ἄκρῳ γωνίας ἀναθεὶς ὑψηλὸν καὶ ἐπιφανῆ καὶ τοῖς πᾶσιν ἔκδηλον ποιήσω, ὅπως πᾶς ὁ ἐπ' αὐτὸν πιστεύων μὴ ἐκπέσοι τῆς ἐλπίδος. κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτάς· ὁ πιστεύων οὐ σπεύσει· μακροθυμήσει γὰρ ὁ πιστεύων περιμένων τοῦ λόγου τὴν ἐπαγγελίαν. οὗτος δ' ἂν εἴη ὁ λίθος, ὁ αὐτός τε πέτρα περὶ ἧς ὁ σωτὴρ ἔλεγεν· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν». τοῦτον δὲ τὸν λίθον ἐπαγγέλλεται θήσειν εἰς τὰ θεμέλια Σιών, ὃ δὴ καὶ ἔργῳ πεποίηκεν εἰπὼν καὶ ἐπιτελέσας τό· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν». Σιὼν γὰρ ὄρος τὸ εὐαγγελικὸν κήρυγμα καὶ τὴν ἐπὶ τούτῳ τεθεμελιωμένην ἐκκλησίαν πολλάκις ἐξειλήφαμεν. πολυτελῆ δὲ ὄντα τὸν λίθον τοῦτον καὶ ἐκλεκτὸν καὶ τίμιον θήσειν εἰς τὰ θεμέλια τῆς ἐκκλησίας ἐπαγγέλλεται. ἐντεῦθεν γωνιαῖος καὶ ἀκρογωνιαῖος κέκληται. εἴη δ' ἂν τὸ ἀνθρώπινον τοῦ σωτῆρος ἡμῶν οὕτως ὠνομασμένον σῶμα, ἐπεὶ καὶ κατὰ τὸν ∆ανιὴλ «λίθος τμηθεὶς ἄνευ χειρῶν» ἑωρᾶτο· λίθου μὲν τοῦ ἀνθρωπίνου νοουμένου σώματος, ὄρους δὲ τῆς θεότητος τῆς κατὰ τὸν σωτῆρα. Ἐν τούτῳ δὲ τῷ λίθῳ φησὶ θήσω κρίσιν εἰς ἐλπίδα· κρίνων γὰρ ὁ λίθος οὗτος ἀγαθὰς παρέξει τοῖς κρινομένοις ἐλπίδας, ἐπειδὴ συνῆπται αὐτῷ ἐλεημοσύνη μετὰ τοῦ δικαιοτάτου σταθμοῦ καὶ μέτρου· διὸ λέλεκται· ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. ταῦτα μὲν οὖν περὶ τοῦ λίθου εἴρηται, πρὸς δὲ τοὺς εἰρηκότας ἀνωτέρω· «ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα», ἐπιλέγει τὰ ἑξῆς φάσκων· καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς, μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου· μὴ γὰρ ἑαυτούς φησιν ἀπατᾶτε φάσκοντες· ἐπεὶ τῷ θανάτῳ ἐφιλώθημεν, οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς καταιγίς, οὐδὲ πειραθησόμεθά τινος λυπηροῦ. ἀκούετε γὰρ ἐντεῦθεν ἤδη καὶ μανθάνατε, ὦ οὗτοι οἱ πεποιθότες τῷ ψεύδει καὶ εἰρηκότες· «ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα», ὅτι καταιγὶς παρελθοῦσα οὐ παρελεύσεται ὑμᾶς, ἀλλὰ ἀφελεῖ ὑμῶν τὴν πρὸς τὸν θάνατον συνθήκην, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· σαθρῷ γὰρ πράγματι ἑαυτοὺς ἐπιστεύσατε θανάτῳ καὶ ᾅδῃ τὰς ὑμετέρας ἐλπίδας ἀναρτήσαντες. διόπερ καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Εἰ δὲ καὶ μέλλοι παριέναι καὶ ἀπιέναι, μακρὰν