124
ἑλκύσει ὑμᾶς καὶ σὺν ἑαυτῇ λήψεται. τοῦτο δὲ ὑμῖν οὐκ εἰς μακρὸν ἔσται, ἀλλὰ πρωῒ πρωΐ, τοῦτ' ἔστι διὰ τάχους ἥξειν ἐφ' ὑμᾶς ἅμα τῷ ἄρξασθαι ἐφορᾶν ὑμᾶς τὴν ἐπισκοπὴν τοῦ θεοῦ. δι' ἡμέρας δὲ καὶ διὰ νυκτὸς ἐπελεύσεται ὑμῖν, καὶ τοῦτ' ἔσται τέλος τῆς ὑμετέρας ἐλπίδος, ἣν ἑαυτοῖς ὑπεγράψατε θανάτῳ καὶ ᾅδῃ ἑαυτοὺς ἐκδεδωκότες. Εἰ δὲ καὶ ἀηδῶς τὰ ὦτα τοῖς τοιούτοις παρέχετε λόγοις, ὅμως καὶ στενοχωρούμενοι τὰ περιμένοντα ὑμᾶς ἀκούετε καὶ μὴ λέγετε· οὐ δυνάμεθα «ὑπὲρ ἀληθείας» μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ὑμᾶς συναχθῆναι· εἰ γὰρ ἐθέλοιτε καὶ ἐν τῇ μερίδι τοῦ θεοῦ συναχθήσεσθε καὶ οὐκ ἐξασθενήσετε ὑπὲρ εὐσεβείας ἀγωνιζόμενοι, ἐπειδὴ ἑκόντες τῷ θανάτῳ καὶ τῷ ᾅδῃ ἑαυτοὺς προσεκληρώσατε, γινώσκετε ὅτι ἤδη ὑμῖν ἐπελεύσεται αὐτὸς ὁ κύριος ἐπάγων καθ' ὑμῶν ὀργὴν διὰ τὰ προλεχθέντα πάντα. Ἐπικείσεται δὲ ὑμῖν ἡ ὀργὴ τοῦ θεοῦ ὥσπερ ὑψηλότατόν τι καὶ βαρύτατον ὄρος κατὰ ἀσεβῶν. ὁ Σύμμαχος καθάπερ φησὶν ἐν τῷ ὄρει τῶν διακοπῶν οὕτω στήσεται κύριος, καὶ ἀντὶ τοῦ· καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών, πάλιν ὁ αὐτὸς ἐν τῇ κοιλάδι φησὶ τῇ ἐν Γαβαών. φέρεται δὲ ἡ ἱστορία ἐν τῇ βίβλῳ Ἰησοῦ τοῦ Ναυῆ τοῦ Μωσέως διαδόχου, ἔνθα πολεμῶν πρὸς τοὺς ἀλλοφύλους ὁ Ἰησοῦς προσηύξατο εἰπών· «Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ», ὅτε «καὶ ἔστη ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ», ὅτε «καὶ ἔστη ὁ ἥλιος» χρόνου διαστήματος ὅλης ἡμέρας ἕως οὗ πάντες ἀπώλοντο οἱ ἀλλόφυλοι. οὕτως οὖν ὥσπερ ἐν τῷ ὄρει τῶν διακοπῶν, ἐν τῇ κοιλάδι τῆς Γαβαὼν ἐπράχθη ποτὲ κατὰ τῶν ἀσεβῶν, οὕτω καὶ νῦν ὁ κύριος ἐπαναστήσεται τοῖς ἐνταῦθα κατηγορουμένοις καὶ μετὰ θυμοῦ τὰ ἔργα ποιήσει, πικρίας ἔργα τοῖς δεηθεῖσιν ὥσπερ ἀντιδότου πικρᾶς διὰ τὴν ὑποκειμένην αὐτῶν τῇ ψυχῇ κακίαν. χρήσεται δὲ αὐτοῖς ὁ τοῦ κυρίου θυμὸς ὡς ἀλλοτρίοις, καὶ ἡ πικρία αὐτοῦ οὐ κατὰ τὴν αὐτοῦ γλυκύτητα καὶ χρηστότητα καὶ ἀγαθωσύνην, κατὰ δὲ τὴν ἐκείνοις κατάλληλον τιμωρίαν. πικρία δὲ καὶ ὀργὴ καὶ θυμὸς καὶ τὰ τοιαῦτα λεγόμενα ἐπὶ θεοῦ οὐδὲν ἕτερον ἢ τὰς κατὰ τῶν ἀσεβῶν κολάσεις τὰς ἐκ τοῦ θείου δικαστηρίου ἐπελευσομένας εἴωθε σημαίνειν. Ἐπεὶ τοίνυν φησὶ τοιαῦτα ὑμᾶς περιμένει τοὺς μὴ βουλομένους παραδέξασθαι «τὸν τίμιον καὶ πολυτελῆ λίθον», τούτου χάριν μὴ εὐφρανθείητε τὴν κακὴν εὐφροσύνην, μηδὲ ἰσχυσάτωσαν οἱ δεσμοὶ ὑμῶν, οἷς κατεδήσατε ἑαυτοὺς «διαθήκην μετὰ τοῦ θανάτου ποιησάμενοι καὶ μετὰ τοῦ ᾅδου συνθήκας». ἀλλ' εἴ τίς ἐστιν ὑμῖν σωτηρίας ἐλπίς, διαρρήξατε τοὺς πρὸς τὸν θάνατον δεσμούς, ἀναχωρεῖτε δὲ καὶ τῆς νομιζομένης ὑμῖν εὐφροσύνης, τῆς τε προσκαίρου παύσασθε ἡδονῆς· τοῦτον γὰρ ὁποῖον ἔσται τὸ τέλος μεμαθήκατε. ταῦτα δὲ μὴ νομίσητε λέγειν ἐμὲ τὸν προφήτην· ἃ γὰρ ἤκουσα ψυχῆς ἀκοῇ εἰρηκότος κυρίου σαβαώθ, ταῦθ' ὑμῖν μεταδέδωκα· ἐβουλήθη γὰρ ὑμᾶς μὴ ἀγνοεῖν τὰ παρ' αὐτῷ κεκριμένα καὶ ὡρισμένα καὶ συντεταγμένα πράγματα. εἰ γὰρ μηδέπω ἀνθρώποις ἐπελήλυθεν ἡ περιμένουσα αὐτοὺς κρίσις, ἀλλ' ὥρισται ἤδη παρ' αὐτῷ καὶ κέκριται, ταῦθ' ἅπερ ἀκούσας ἐγὼ καὶ ὑμᾶς ἐμαρτυράμην. 1.94 Ἔτι δὲ ταῦτα «τῷ στεφάνῳ τῆς ὕβρεως» τῷ ἀποδοθέντι προσφωνεῖ ὁ λόγος παρακελευόμενος τοῖς «τὸν λίθον τὸν ἀκρογωνιαῖον καὶ ἐκλεκτὸν καὶ ἔντιμον» «ἀποδοκιμάσασιν» ἐνωτίζεσθαι πρῶτον, εἶτα ἀκούειν καὶ πειθαρχεῖν τοῖς λεγομένοις. διδάσκει δὲ αὐτούς, ὅτι τὰ τῆς τιμωρίας ἐπαξίως αὐτοὺς μετελεύσεται· «δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται». καὶ ὁ μὲν ἀσθενὴς καὶ μικρός, κἂν συγγνώμης τύχοι ἢ καὶ κατὰ δύναμιν τῆς αὐτοῦ σμικρότητος ὑπόσχοι ἂν τὴν κατάλληλον τιμωρίαν, ὁ δὲ τὰ μεγάλα δεδυνημένος κατὰ τὸν τοῦ δικαίου λόγον «δυνατῶς ἐτασθήσεται». διὸ καὶ αὐτοὺς ἄρχοντας τοῦ λαοῦ καὶ ἱερεῖς καὶ ἡγουμένους κατὰ τὸ μέγεθος τῆς ἐγχειρισθείσης αὐτοῖς ἀξίας ὑφέξειν τὴν τιμωρίαν. Εἶθ' ὑποδείγματι κέχρηται φυσικῷ· ὡς γὰρ ἐπὶ τῆς κατὰ τὴν χώραν γεωργίας ἕτερος