125
μέν ἐστιν «ὁ καιρὸς» τοῦ ἀροῦν τὴν χώραν καὶ ἕτερος τοῦ σπείρειν καὶ σπείρειν σπέρματα τῇ ὑποκειμένῃ κατάλληλα γῇ. ἐν μὲν γὰρ τῷδε τῷ ἀγρῷ μελάνθιον ἐνθήσει ποτέ, ἐν ἑτέρῳ δὲ κύμινον, ἐν ἄλλῳ πυρὸν καὶ αὖθις ἐν ἑτέρῳ κριθὴν καὶ κέγχρον, πάλιν ἐν ἄλλῳ καὶ ἐν ἑτέρῳ ζειάν, εἶτα ἐπειδὰν τελεσφορήσῃ ὁ τούτων ἁπάντων καρπός, ἐν καιρῷ θερισμοῦ συναγαγὼν ἕκαστον ἰδίως καὶ ἀφωρισμένως καθαίρει, οὕτω αὐτῷ τρόπῳ ἐπὶ τῇ πάντων καθάρσει χρώμενος· οὐ γὰρ ἁμάξῃ καὶ τοῖς ἐν αὐτῇ κατεσκευασμένοις ἐκ σιδήρου «πριστηροειδέσι τροχοῖς» ἐπὶ τοῦ κυμίνου ἢ τοῦ μελανθίου χρῆται ὡς ἐπὶ τοῦ σίτου καὶ τῆς κριθῆς καὶ τῆς ζέας. καὶ αὖ πάλιν τὸν σῖτον οὐ ῥάβδῳ τύπτων καθαίρει· οὐ γὰρ πέφυκεν οὕτω καθαίρεσθαι ὁμοίως τῷ μελανθίῳ καὶ τῷ κυμίνῳ, ἀλλ' ἐπὶ μὲν τῶν ἀσθενεστέρων σπερμάτων τὴν ῥάβδον παραλαμβάνει· ῥάβδῳ γὰρ τύπτων καθαίρει τὸ κύμινον καὶ τὸ μελάνθιον. ἐπὶ δὲ τοῦ σίτου καὶ τῆς κριθῆς, τῶν τε τούτοις παραπλησίων τοὺς τῆς ἁμάξης τροχοὺς ἐπάγει σιδηροῦς ὄντας καὶ ὀξεῖς καὶ ἰσχυρῶς τέμνειν καὶ περικόπτειν τὰ περιττὰ τοῦ πυροῦ δυναμένους. κατὰ τὰ αὐτὰ γοῦν καὶ ὁ τῶν ψυχῶν γεωργὸς τοῦ θεοῦ λόγου, κατὰ μὲν τὸν ἐπιτήδειον καιρὸν τὰς τῶν ἀνθρώπων ψυχὰς νεοῦσθαι βούλεται διὰ λογικῆς διδασκαλίας ἀνασχιζούσης καὶ ἀνατεμνούσης τοὺς ἐν βάθει κρυπτομένους λογισμοὺς τῷ τοῦ λόγου ἀρότρῳ. διὸ προστάττει λέγων· «Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις». ἐπειδὰν δὲ ὁμαλισθῇ τὸ ὡσπερεὶ πρόσωπον τῆς ψυχῆς πάσης κακίας περιαιρεθείσης τῆς πάλαι ἐν αὐτῇ ἀκανθῶν δίκην φυείσης τηνικαῦτα καταλλήλως τῇ τῶν ὑποδεχομένων τὸν σπόρον διαφορᾷ, καταβάλλεται τὰ σπέρματα, τοῖς μὲν ἀσθενέστερά τινα καὶ μικρὰ μελανθίῳ καὶ κυμίνῳ ἀναλογοῦντα, τοῖς δὲ σπουδαιότερα καὶ ἀναγκαῖα, πυρῷ καὶ κριθῇ, κέγχρῳ τε καὶ ζέᾳ παραβαλλόμενα διὰ τὴν καὶ ἐν αὐτοῖς τούτοις πολλὴν καὶ διάφορον δύναμιν· «διαιρέσεις γὰρ χαρισμάτων εἰσί, καὶ διαιρέσεις ἐνεργημάτων εἰσί, καὶ ᾧ μὲν διὰ τοῦ πνεύματος δίδοται» τάδε, ἑτέρῳ δὲ ἕτερα καὶ πάλιν ἑτέρῳ τὰ ἁρμόζοντα. ἐπειδὰν δὲ «ὁ τοῦ θερισμοῦ καιρὸς» ἐπιστῇ, «συντέλειαν δὲ εἶναι τοῦ κόσμου τὸν θερισμὸν» ὁ σωτὴρ ἐδίδαξεν· τότε κατ' ἀξίαν ἕκαστος ὧν εἴληφε σπερμάτων ἀπαιτηθήσεται τὸν καρπόν. καὶ οἱ μὲν μέτρια εἰληφότες μὴ καταλλήλως δὲ αὐτοῖς χρησάμενοι παιδείας καὶ κολάσεως μετριωτέρας πεῖραν λήψονται ὥσπερ ῥάβδῳ τυπτόμενοι, οἱ δὲ μειζόνων σπερμάτων καὶ τελειοτέρων χαρισμάτων ἠξιωμένοι μηδένα δὲ καρπὸν ἄξιον τῆς παρασχεθείσης αὐτοῖς δυνάμεως ἀποδεδωκότες, μείζοσι τοῖς τῆς κολάσεως πρηστῆρσι παραδοθήσονται. ὥσπερ οὖν καὶ ὑμεῖς, πρὸς οὓς ὁ λόγος, ἄρχοντες καὶ ἡγούμενοι καταστάντες τοῦ λαοῦ διδάσκαλοι ὄντες καὶ ἱερεῖς τοσαύτης τε παρὰ τοῦ θεοῦ δόξης καὶ τιμῆς τετυχηκότες γεγόνατε «στέφανος ὕβρεως» καὶ «μισθωτοὶ Ἐφραίμ» καὶ τοιαῦτα τετολμήκατε ὡς τὸν μὲν λαὸν διαστρέψαι, «τὸν δὲ ἔντιμον καὶ ἐκλεκτὸν καὶ ἀκρογωνιαῖον λίθον» «ἀποδοκιμάσαι». διόπερ τοῖς μὲν ἐν ὑμῖν μετριωτέροις τὴν δύναμιν οὖσιν μετριώτερα καὶ τὰ τῆς κρίσεως ἀπαντήσεται, τοῖς δὲ μεγάλα καὶ πολλὰ δεδυνημένοις ἡ μείζων ἐπαχθήσεται τιμωρία. τὸ δέ· καὶ παιδεύσει αὐτὸν εἰς κρίμα θεὸς αὐτοῦ κατὰ τὸν Σύμμαχον, ἢ κατὰ τοὺς Ἑβδομήκοντα· καὶ παιδευθήσῃ κρίματι θεοῦ, διδάσκει ὅτι ἔκ τινος φυσικῆς διδασκαλίας ὥσπερ ἐκ θεοῦ παρασχεθείσης ἅπασιν ἀνθρώποις κατὰ φυσικοὺς λογισμοὺς ὀρθῷ κρίματι κέχρηται ὁ γεωργός, πρὸς τὸ μὴ ὁμοίως τῇ καθάρσει τῶν σπερμάτων προσιέναι, ἀλλὰ τάδε μὲν διὰ ῥάβδου καθαίρειν, τὰ δὲ διὰ σκληρᾶς ἀγωγῆς, οἷς τὸν τροχὸν ἐπάξει τῆς ἁμάξης· ταῦτα γὰρ οὐκ ἐκ μαθημάτων ἀνθρωπίνων, ἀλλ' ἐκ παιδεύσεως θεοῦ συνῆκεν ὁ περὶ γεωργίαν ἠσχολημένος τοῦ θεοῦ παιδεύσαντος αὐτὸν καὶ διδάξαντος τούτῳ χρήσασθαι τῷ κρίματι. ἄρτος δὲ λεπτοκοπηθήσεται κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ μετὰ ἄρτου βρωθήσεται εἴρηται, ἀντὶ