126
δὲ τοῦ· βρωθήσεται, ὁ Ἀκύλας λεπτοκοπηθήσεται, ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων λεπτυνθήσεται εἰρήκασιν, ἀλλ' οὐκ εἰς τέλος φησὶν ἀλοῶν ἀλοήσει αὐτόν, οὐδὲ ταράξει τροχὸς ἁμάξης αὐτοῦ, οὐδὲ ταῖς ὁπλαῖς αὐτοῦ λεπτυνεῖ αὐτόν· ὅταν γάρ φησι καὶ ὁ τῆς ἁμάξης τροχὸς περιέλθῃ τὸν σῖτον λεπτύνων τὴν περὶ αὐτὸν καλάμην καὶ ἀλοῶν αὐτοῖς τροχοῖς, ταῖς τε ὁπλαῖς τῶν βοῶν εἰς λεπτὸν ἄχυρον τὴν καλάμην, ἀλλ' οὐχὶ καὶ τὸν σῖτον ἀφανίζει, δι' οὗ παρίστησι τὴν οὐσίαν τῆς ψυχῆς μὴ ἐξαφανίζεσθαι μηδὲ πάμπαν ἀπόλλυσθαι ἐν ταῖς φερομέναις αὐτῇ κολάσεσιν, ὅπερ νοήσαντες οἷον εἰρήκασιν. οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς· οὐ γὰρ οὕτω φησὶ τοῖς ἀσεβέσιν ἐπεξέρχομαι, ὡς καὶ τὴν οὐσίαν αὐτῶν ἀφανίσαι καὶ εἰς τὸ παντελὲς ἀπολέσαι αὐτῶν τὰς ψυχάς, ἐπεὶ μηδὲ κατὰ τὸ παράδειγμα οἱ τροχοὶ τῆς ἁμάξης ἐκ σιδήρου κατεσκευασμένοι τὸν σῖτον ἀφανίζουσι, πᾶσαν δὲ τὴν περὶ αὐτὸν περιαίρουσι καλάμην εἰς τὸ διασῶσαι καὶ καθαρὸν ἀπεργάσασθαι τὸν σῖτον. ταῦτα δέ φησι πάντα ὡσπερεὶ τέρατα ὄντα τοῖς μὴ νοοῦσι μὴ νομίζητε ἄνθρωπον εἰρηκέναι· ἀπόφασις γὰρ ἀπὸ κυρίου σαβαὼθ ἐξενήνεκται, πρὸς ἣν βουλεύσασθε ὑμεῖς οἱ ἀσεβεῖς, πρὸς οὓς ταῦτα εἴρηται. καὶ εἰ οἷοί τέ ἐστε, ὑμῖν ἑαυτοῖς ματαίαν παράκλησιν καὶ παραμυθίαν εὑρεῖν ταύτης ἑαυτοῖς ὑψώσατε. 1.95 Τὴν διὰ τῶν μετὰ χεῖρας ταλανιζομένην Ἀριὴλ καὶ αὐτοὶ οἱ Ἰουδαίων παῖδες ὁμολογοῦσι τὴν Ἰερουσαλὴμ εἶναι· φασὶ δὲ ἰδίως τὸ θυσιαστήριον τὸ πρὸ τοῦ ναοῦ συνεστὸς Ἀριὴλ ὠνομάσθαι, καὶ τοῦτο δῆλον εἶναι ἀπὸ τοῦ Ἰεζεκιήλ, οὗ πρὸς τοῖς τελευταίοις ἐπὶ τῆς διαγραφῆς τῆς πόλεως οὕτως εἴρηται· «Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου ἐν πήχει πήχεως καὶ πήχεως καὶ παλαιστῆς· κόλπωμα βάθος ἐπὶ πῆχυν». καὶ ἑξῆς ἐπιφέρει· «καὶ τὸ Ἀριὴλ πήχεων τεσσάρων, καὶ ἀπὸ τοῦ Ἀριὴλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς. καὶ τὸ Ἀριὴλ πηχῶν δώδεκα μήκους πήχεις δώδεκα πλάτος, τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτοῦ». ἑρμηνεύεσθαι δέ φασι τὸ Ἀριὴλ λέων θεοῦ, ἐπειδὴ γὰρ τοῦ θεοῦ ἦν τὸ θυσιαστήριον, κατήσθιέ τε πάντα τὰ ἐν αὐτῷ προσφερόμενα ζῴων θύματα, τούτου χάριν ταύτην εἰληφέναι τὴν προσηγορίαν. τὸ δέ· πόλις, ἣν ἐπολέμησε ∆αυίδ, οὔ φασιν εἰρῆσθαι ἐν τῷ Ἑβραϊκῷ, ἀλλὰ κατὰ μὲν τὸν Ἀκύλαν· πολίχνη παρεμβλήσεως ∆αυίδ, κατὰ δὲ τὸν Σύμμαχον· πόλις παρεμβολῆς ∆αυίδ· ἀλλόφυλον γὰρ οὖσαν αὐτὴν πρότερον ὁ ∆αυὶδ ὑποχείριον ἐποιήσατο τοὺς ἀλλοφύλους ἐλάσας ἐξ αὐτῆς, ὥστε δύνασθαι ἡμᾶς καὶ τοῖς Ἑβδομήκοντα ἐφαρμόσαι τὴν διάνοιαν τὴν αὐτήν. οὕτω γὰρ ἂν λέγοιτο· πόλις ἣν ἐπολέμησε ∆αυίδ, ὅτε ὑπ' ἀλλοφύλοις ἦν, δύναται δὲ καὶ ἀντὶ τοῦ· δι' ἣν ἐπολέμησεν ἢ ὑπὲρ ἧς ἐπολέμησε ∆αυὶδ λέγεσθαι. περὶ τῆς οὖν Ἰερουσαλὴμ ὁ παρὼν ἀναφωνεῖ λόγος καὶ ἀκολούθως· μετὰ γὰρ τὰ προλελεγμένα περὶ τῶν ἀρχόντων τῶν ἐν αὐτῇ, δι' ὧν «ὁ στέφανος τῆς ὕβρεως» αὐτῶν ἐδηλοῦτο, λοιπὸν καὶ περὶ αὐτῆς προφητεύεται, ὁποῖα ἔμελλε πείσεσθαι διὰ τὰς τῶν προλεχθέντων παρανομίας. φησὶν οὖν ὁ λόγος τοῖς ἐν αὐτῇ κατοικοῦσιν, ὡς ἔτι καιρός ἐστιν, ᾧ οὗτοι συναγάγετε ἑαυτοῖς γενήματα συγχωρήσεως ὑμῖν ἐνδοθείσης ἐπὶ ἕνα ἐνιαυτόν, ἔστω δὲ καὶ ἐπὶ δεύτερον ἔτος· ὅσον γὰρ οὔπω στερηθήσεσθε λογικῆς τροφῆς. ὡς ἔτι οὖν καιρός ἐστι χρήσασθε τοῖς ἐνιαυτοῖς τούτοις πρὸς ὠφέλειαν τῶν ὑμετέρων ψυχῶν. καί μοι δοκεῖ διὰ τούτων αἰνίττεσθαι τὸν χρόνον τοῦ σωτηρίου κηρύγματος. καθ' ὃν ἐπιδημήσας αὐτοῖς ὁ Χριστὸς τοῦ θεοῦ «ἐκήρυττεν» «ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως», τάχα δὲ καὶ δεύτερον αὐτοῖς ἐνιαυτὸν ἢ καὶ τρίτον ὡμιληκὼς φαίνεται. αὐτὸν οὖν ἐκεῖνον, καθ' ὃν παρεῖχεν αὐτοῖς τὰ περὶ τῆς τῶν οὐρανῶν βασιλείας μαθήματα σημαίνων φησί· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ' ἐνιαυτόν, φάγεσθε. τὸ γάρ· φάγεσθε γὰρ σὺν Μωὰβ οὐδ' ὅλως τῇ Ἑβραϊκῇ λέξει