127
περιέχεται· διὸ οὐδὲ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται καὶ ἄλλως ἐκ τῆς συμφράσεως τῆς διανοίας περιττὸν δείκνυται. πλὴν ἄλλως ἔτι καιρός ἐστί φησι· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ' ἐνιαυτόν, φάγεσθε. Μετὰ γὰρ τὰ συμβησόμενα οὐκέθ' ὑμῖν ἐπιτρέψει συναγαγεῖν γενήματα ὡς ἐπ' ἀδείας καὶ εἰρήνης τρέφεσθαι· ἐκθλίψω γὰρ Ἀριὴλ δηλαδὴ τὴν Ἰερουσαλήμ. ἀντὶ δὲ τοῦ· καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί, ὁ Σύμμαχος· καὶ ἔσται φησὶ κατώδυνος καὶ ὀδυνωμένη καὶ ἔσται μοι ὡς ὁ Ἀριήλ, καὶ ὁ Ἀκύλας ὁμοίως· καὶ ἔσται φησὶ λυπηρὰ καὶ λυπουμένη Ἀριήλ. ἀλλ' ἐπειδήπερ ἐν τῇ προφητείᾳ τῇ περὶ τῆς Μωὰβ ἐλέγετό τις πόλις τῶν Μωαβιτῶν Ἀριήλ, περὶ ἧς εἴρητο· «καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀριήλ», εἰκότως καὶ περὶ τῆς Ἰερουσαλήμ φησιν, ὅτι ἔσται μοι ὁμοία ἐκείνῃ τῇ τῶν ἀλλοφύλων Ἀριήλ. Εἶθ' ἑξῆς ἐπιλέγεται· καὶ κυκλώσω ὡς ∆αυὶδ ἐπὶ σέ· ὥσπερ γάρ ποτε ∆αυὶδ παρεμβολὴν περὶ σὲ τὴν Ἰερουσαλὴμ ἐκύκλωσεν, ὅτε ἀλλοφύλων οὖσαν πόλιν, οὕτως κἀγὼ ὁ ταῦτα λέγων κύριος νῦν σε κυκλώσω. ὥσπερ τότε ὁ ∆αυίδ, καὶ βαλῶ περὶ σὲ χάρακα· ἀλλοφύλων γὰρ καὶ νῦν οἰκητήριον γέγονας πληρωθεῖσα κακῶν ἀρχόντων καὶ «τοῦ στεφάνου τῆς ὕβρεως». ἅπερ ἐπληροῦτο μετὰ τὰ τολμηθέντα τοῖς τὴν Ἰερουσαλὴμ οἰκοῦσι κατὰ τοῦ σωτῆρος ἡμῶν ἀκολούθως, οἷς καὶ αὐτὸς ὁ σωτὴρ ἀποκλαυσάμενός ποτε τὴν Ἰερουσαλὴμ ἀναγέγραπται εἰρηκώς· «Εἰ ἔγνως καὶ σύ γε τὰ πρὸς εἰρήνην σου, ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν ἐπὶ σὲ οἱ ἐχθροί σου χάρακα καὶ κυκλώσουσί σε», «καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ». Οἷς ἐπιλέγει· καὶ ἔσονταί φησιν ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἐν αὐτῇ ἀσεβῶν καὶ ὡς χνοῦς φερόμενος, καὶ ταῦτα πάντα ἔσται «ἐν στιγμῇ χρόνου», καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα παρὰ κυρίου σαβαώθ· οὐ γὰρ ἐξ ἀνθρώπων φησίν, ἀλλ' ἐξ αὐτοῦ τοῦ θεοῦ ἔσται κατ' αὐτῶν ἡ ἐπισκοπὴ μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα. δι' ὧν ᾐνίξατο ὡς ἄρα καὶ «πυρίκαυστος γενήσεται ἡ πόλις» ἄνωθεν ἐκ θεοῦ βροντῆς καὶ σεισμοῦ καὶ καταιγίδος κατ' αὐτῆς ἐνεχθείσης. ταῦτα δὲ περὶ τῆς Ἰερουσαλήμ. ∆ιελθὼν ὁ λόγος περὶ τῶν πολιορκησάντων αὐτὴν ἑξῆς θεσπίζει· καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος καθ' ὕπνους ὁ πλοῦτος τῶν ἐπὶ τὸ ὄρος Σιὼν στρατευσαμένων. δι' ὧν ᾐνίξατο τὴν ἀπόλαυσιν τῆς ἐν τῷ βίῳ τούτῳ τρυφῆς τῶν Ῥωμαϊκῶν ἀρχόντων· οὗτοι γὰρ ἦσαν οἱ τὴν ἐσχάτην πολιορκίαν ἐπαγαγόντες τῇ Ἰερουσαλήμ. ἐχρῆν γὰρ ἡμᾶς καὶ περὶ αὐτῶν τι μαθεῖν καὶ ὁποῖον ἔσται καὶ τὸ αὐτῶν τέλος διδαχθῆναι. φησὶν οὖν τὸν πλοῦτον καὶ τὴν τρυφὴν αὐτῶν μέχρι τῆς ἐνεστώσης ζωῆς ὑπάρχουσαν ἐοικέναι τοῖς κατὰ τοὺς ὕπνους ὀνειρώττουσι καὶ μέχρι τοῦ δοκεῖν διακατέχειν ταῦτα ἅπερ νομίζουσι· τοιαύτην γὰρ εἶναι τὴν τοῦ παρόντος πλούτου φαντασίαν. μετὰ γὰρ τὸν ἐνεστῶτα βίον μάταιον αὐτοῖς εὑρεθήσεται τὸ ἐνύπνιον καὶ τὸ τέλος, ἧς ἐνόμιζον ἀπολαύειν τρυφῆς. 1.96 Ἀντὶ τοῦ· ἐκλύθητε καὶ ἔκστητε καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· ὑπερθαυμάσατε καὶ θαυμάσατε, ἀπατᾶσθε καὶ μεθύσθητε ἄνευ οἴνου, κινεῖσθε δίχα μεθύσματος· ἐκέρασε γὰρ καθ' ὑμῶν κύριος πνεῦμα καρώσεως καὶ ἐκράτυνε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τοὺς προφήτας καὶ τοὺς ἄρχοντας ὑμῶν τοὺς ὁρῶντας ἐκάλυψεν. συντελέσας ὁ λόγος τὴν περὶ «τοῦ στεφάνου τῆς ὕβρεως», τήν τε περὶ τῆς πολιορκίας τῆς Ἰερουσαλὴμ προφητείαν τὰ προκείμενα, περὶ τῶν μετὰ ταῦτα προεστάναι δοκούντων τοῦ ἐκ περιτομῆς λαοῦ διεξέρχεται θεσπίζων, ὡς ἔσονται μὲν ἀπαγγέλλοντες τὰς προφητικὰς γραφάς, οὐ μὴν καὶ συνιέντες αὐτάς· μηδὲν γὰρ διαφέρειν τῶν κατεσφραγισμένων σφραγῖσιν, πρὸς τὸ μὴ δύνασθαί τινα τῶν ἐκ τοῦ Ἰουδαίων λαοῦ τὰ ἐγγεγραμμένα διαγινώσκειν· οὕτως αὐτοῖς ἀγνώστους ἔσεσθαι τοὺς προφητικοὺς λόγους, κἄν τε ἀπαγγέλλωσιν αὐτοὺς ἀπὸ στόματος, κἄν τε ἄπειροι ὦσιν αὐτῶν. μέλλων δὲ ταῦτα θεσπίζειν ἐκφωνεῖ πρὸς αὐτοὺς ὁ λόγος· εἰ