128
καὶ τὰ μάλιστα ἔκλυσιν ὑμῖν παρέξει τὰ λεχθησόμενα καὶ ψυχῆς ἔκστασιν, ὅμως λεχθήσεται διόπερ ἐκλύθητε καὶ ἔκστητε· εἰ βούλεσθε εἰ δὲ καὶ ἄλλως ἑαυτοὺς ἀπατῶντες, διαστρέφοι τε τὸν νοῦν τῶν λεγομένων καὶ οὕτως ἐξαπατήθητε καὶ ἑαυτοὺς ἐξαπατᾶτε, εἰ τοῦτο φίλον ὑμῖν. ἀντὶ δὲ τοῦ· κραιπαλήσατε, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ μεθύσθητε εἰρήκασιν, ἄνευ οἴνου καὶ κινεῖσθε δίχα μεθύσματος· ἔστι γὰρ καὶ ἐξ ἀπάτης μέθη χείρων τῆς δι' οἴνου, ὥστε εἰ χαίρετε ἑαυτοὺς ἀπατῶντες καὶ μεθύοντες ὡς ἕτερα ἀνθ' ἑτέρων εἰς τὰ θεῖα λόγια θεωρεῖν καὶ παρερμηνεύειν αὐτὰ αὐτοί, ἂν εἰδείητε. παρέδωκε γὰρ ὑμᾶς αὐτὸς ὁ κύριος πνεύματι κατανύξεως, ἢ καρώσεως κατὰ τὸν Σύμμαχον. εἶτ' ἐπιλέγει· καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν. ἐπειδήπερ, ὅτε παρῆν αὐτοῖς ἐνανθρωπῶν ὁ κύριος, «ἀκοῇ ἀκούοντες αὐτοῦ, οὐ συνίεσαν καὶ βλέποντες αὐτὸν ὀφθαλμοῖς» τῇ ὁράσει τῆς ψυχῆς «οὐχ ἑώρων, ἀλλ' ἐκάμμυσαν τοὺς ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ ἀκούσεσθαι». εἰ τοίνυν αὐτοὶ πρῶτοι τοὺς ἑαυτῶν ἐκάμμυσαν ὀφθαλμούς, τούτου χάριν καὶ αὐτὸς αὐτοῖς ταῦτα ποιήσει ὁ κύριος καὶ τοῖς προφήταις αὐτῶν ἀντὶ τοῦ τοῖς διδασκάλοις καὶ τοῖς ἄρχουσιν αὐτῶν, οἳ ἐπηγγέλλοντο τὰ κρυπτὰ θεωρεῖν καὶ τὸν ἀπόρρητον νοῦν ἐγκεκρυμμένον τοῖς ἱεροῖς γράμμασι μόνοι διορᾶν καὶ διερμηνεύειν. οὕτω δὲ «αὐτῶν τοὺς ὀφθαλμοὺς» ἐφέξει «τοῦ μὴ βλέπειν», ὡς ἐοικέναι τοὺς λόγους καὶ τῶν μὲν ἄλλων θείων γραφῶν οὐ μήν, ἀλλὰ καὶ τῆς μετὰ χεῖρας βίβλου τῆς αὐτῆς τοῦ Ἠσαΐου προφητείας κατεσφραγισμένῳ βιβλίῳ καὶ μὴ ἐπιτρέποντι τὰ ἐγγεγραμμένα γινώσκειν, μήτε ἐμπείρῳ γραμμάτων μήτε ἀπείρῳ. ὁ μὲν γὰρ τῆς ἀναγνώσεως ἐπιστήμων διὰ τὸ ἐσφραγίσθαι τὴν βίβλον οὐ δυνήσεται τὰ ἐν αὐτῇ διαγνῶναι, ὁ δὲ διὰ τὸ πάντῃ ἄπειρος εἶναι ἀδυνάτως ἔχειν, εἰ καὶ μὴ ἐσφράγιστο ἡ βίβλος. τοιοῦτον δὲ ἔσεσθαι τὸν προφητικὸν νοῦν οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις αὐτοῖς, πρὸς οὓς ταῦτα ἐθεσπίζετο. πρόσσχες γὰρ ἐπιμελῶς ὅπως εἴρηται· καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα· ὑμῖν γάρ φησι τοῖς παροῦσι καὶ ὁρῶσι καὶ ἀκούουσιν. ὁ δὲ λόγος ἦν πρὸς Ἰουδαίους, οἷς τὸν νοῦν τῆς προφητείας ἄγνωστον ἔσεσθαί φησι, τίσι δὲ ἔσεσθαι γνωστὸν ὑποκαταβὰς διδάξει. δι' ὧν ἐπιλέγει· «καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ ὀφθαλμοὶ τυφλῶν ὄψονται, καὶ ἀγαλλιάσονται». οὐκοῦν ὁ λόγος διὰ τῶν προκειμένων τοῦ Ἰουδαίων λαοῦ τοὺς νόμους μαθεῖν ... ἀκριβ... διὰ στόματος τὴν μνείαν ... φέροντας τῶν θείων ἀναγνωσμάτων καὶ τοὺς μὴ τοιούτους ἐν ἀγνοίᾳ ἔσεσθαι τῆς διανοίας τῶν προφητικῶν λογίων θεσπίζει. Ταῦτα δὲ περὶ αὐτοὺς ἔσεσθαί φησιν ὁ θεὸς μετὰ τοῦ καὶ τὴν αἰτίαν ἐπιλέγειν. ἐπειδὴ γὰρ μέχρι στόματος καὶ χειλέων τιμᾶν τὸν θεὸν προσεποιοῦντο, ἡ δὲ διάνοια αὐτῶν παρελογίζετο τὴν ἐπαγγελίαν, σέβειν μὲν αὐτὸν προσποιουμένων, προτιμώντων δὲ τῶν αὐτοῦ λόγων διδασκαλίας τινὰς καὶ «παραδόσεις ἀνθρώπων», ἃς περιποιοῦσι δευτερώσεις «πρεσβυτέρων» τινῶν κατέχειν σεμνυνόμενοι. τούτου χάριν φησὶν ἀποκλεισθήσεσθαι αὐτοῖς «τὸν νοῦν τῆς τῶν θειῶν γραφῶν» καταλήψεως. καὶ ὁ πᾶς δὲ αὐτῶν λαὸς μετατεθήσεταί φησι τῆς παρ' ἐμοὶ τιμῆς, ὡς μηκέτι εἶναι αὐτοὺς «μερίδα κυρίου» μηδὲ «σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». καὶ ἐπειδήπερ σοφίαν ἀνθρώπων προβάλλονται τὴν ἐμὴν μὲν ἀποστρέφοντες σοφίαν καὶ τὸν ἐμὸν λόγον, ἑτέρας δέ τινας «παραδόσεις τῶν παρ' αὐτοῖς πρεσβυτέρων», ὥσπερ τινῶν σοφῶν κατέχοντες· τούτου χάριν τὰς μὲν ἐμὰς γραφὰς οὐ συνήσουσιν. ἐγὼ δὲ αὐτὸς τῶν σοφῶν αὐτῶν τὴν σοφίαν ἀπολῶ καὶ τὴν σύνεσιν τῶν ἐν αὐτοῖς συνετῶν ἀθετήσω. Εἶτ' ἐπειδήπερ θεοσεβεῖν ἐπαγγελλόμενοι τοῖς χείλεσιν, ἐν τῷ κρυπτῷ τὰ χείριστα διεπράττοντο, φαρμακείαις καὶ ἀκαθαρσίαις καὶ ἄλλαις μυρίαις ἀθεμίτοις πράξεσιν ἐμφυρόμενοι· πᾶσι τούτοις