129
ἐνεχείρουν ὡς μὴ ἐφορῶντος τοῦ θεοῦ, εἰκότως αὐτοὺς ταλανίζει φάσκων ἑξῆς· οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ κυρίου, ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· οὐαὶ οἱ βαθεῖς ὥστε κρύψαι κύριον βουλήν, ὧν ἐγένετο ἐν σκότῳ τὰ ἔργα αὐτῶν, καὶ εἶπαν Τίς ὁρᾷ ἡμᾶς, τίς δὲ οἶδεν ἡμᾶς κατὰ τὴν ἐκστροφὴν ἡμῶν; Εἶτ' ἐπιλέγει· οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; εἰ γὰρ πάντες ἄνθρωποι πηλῷ κεραμέως ἐοίκαμεν διὰ τὸ πήλινον ἡμῶν σῶμα, πῶς οὐχ ἕπεται νοεῖν, ὅτι μὴ δυνατὸν λαθεῖν τὸν ποιητήν, ὁποίας ἐργασίας ὑπάρχει τὸ ὑπ' αὐτοῦ πεποιημένον; τίς δὲ δύναται ἢ τίς τολμήσει φάναι, ὅτι μὴ ὁ θεὸς αὐτὸν ἔπλασεν, εἰ δὲ οὐκ ἂν εἴποι ταῦτά ποτε περὶ τοῦ κεραμέως ὁ ὑποκείμενος αὐτῷ πηλός, δῆλον ὡς μάταιοι πάντες οἱ ἔνδον ἐν τῇ ψυχῇ αὐτῶν βουλὴν βαθεῖαν διανοούμενοι καὶ τὸν θεὸν οἰόμενοι ἀγνοεῖν τὰ ἐν σκότῳ πραττόμενα αὐτοῖς ἔργα. Πλὴν ἀλλὰ τούτων ἕνεκεν ἔτι φησὶ μικρόν, καὶ ὁ Λίβανος ἀλλόφυλος ἐθνῶν ἐν τῇ χώρᾳ τυγχάνων μετατεθήσεται ἐπὶ τὴν Ἰουδαίων χώραν· ἔνθα ἐστὶ τὸ ὄρος τὸ Καρμήλιον, ὅπερ Ἑβραϊκῇ φωνῇ Χερμὲλ ὠνόμασται. καὶ ἔσται τοῦ μὲν Λιβάνου ἐπὶ τὸ κρεῖττον μεταβολή, αὐτοῦ δὲ τοῦ Καρμήλου ὑστέρα τις ἔσται ἀλλοίωσις· ὡς δρυμὸς γὰρ λογισθήσεται ὁ πάλαι φυτῶν ἡμέρων καὶ καρπῶν ἀγαθῶν πλήρης. ἔσται γὰρ ὁ Κάρμηλος ὁ λεγόμενος Χερμὲλ ὅμοιος δρυμῷ ξύλων ἀκάρπων καὶ ἀγρίων. ὁ δὲ τῶν ἀλλοφύλων Λίβανος μετατεθεὶς γενήσεται, ὁποῖος ἦν τὸ παλαιὸν ὁ Κάρμηλος. διὰ τούτων δὲ ὁ λόγος αἰνίττεται Λίβανον μὲν τὸν ἐξ ἐθνῶν λαόν, Κάρμηλον δὲ τὸ Ἰουδαίων ἔθνος, οἷόν τινα δρυμὸν ξύλων ἀγρίων καὶ ἀκάρπων, τὸν δὲ πάλαι δρυμῷ ἐοικότα Λίβανον τὸν ἐξ ἐθνῶν λαὸν ὁποῖος ἦν ποτε ὁ Ἰουδαίων λαὸς πεπληρωμένος δένδρων ἀγαθῶν καὶ παντοίων φυτῶν τε καὶ καρπῶν. Τότε δέ, ἐπειδὰν ἡ μεταβολὴ αὕτη γένηται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δηλαδὴ κατὰ τὸν αὐτὸν καιρόν, οἱ πάλαι κωφοὶ ἀκούσονται λόγους τῆς βίβλου, ποίας ἢ ταύτης αὐτῆς τῆς μετὰ χεῖρας βίβλου, περὶ ἧς ἀνωτέρω ἐλέγετο· «καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου». ἀλλὰ τῷ μέν ποτε Καρμήλῳ μεταβληθέντι δὲ εἰς δρυμὸν «ἔσονται οἱ λόγοι τοῦ βιβλίου» τῆς προφητείας «ἐσφραγισμένοι», τοῖς δὲ πάλαι τυφλοῖς καὶ ἐν τῷ δρυμῷ τοῦ Λιβάνου λελογισμένοις, μεταβληθεῖσιν ἐπὶ τὸ ἥμερον καὶ καρποφόρον ἀκουστοὶ γενήσονται οἱ λόγοι τῶν θείων γραμμάτων. καὶ οἱ πάλαι δὲ ὄντες ἐν τῷ σκότῳ καὶ ἐν τῇ ὁμίχλῃ, ὡς μήτε βλέπειν μήτε συνιέναι μήτε νοεῖν διὰ τὸ τυφλοὺς ἔχειν τοὺς ὀφθαλμούς, οὗτοι παραδόξου μεταβολῆς ἀξιωθέντες θεωροὶ γενήσονται τῶν ἐναποκειμένων ἐν τοῖς θείοις γράμμασι μυστηρίων. διὸ λέλεκται· ὀφθαλμοὶ τυφλῶν ὄψονται, καὶ ἀγαλλιάσονται δὲ οἱ πάλαι πτωχεύοντες δι' ἔνδειαν παντὸς ἀγαθοῦ· πλησθήσονται γὰρ εὐφροσύνης τῆς παρὰ τῷ κυρίῳ, καὶ οἷς οὐδεμία παρῆν ἐλπὶς σωτηρίας πρότερον. τίς γὰρ καὶ διενοήθη πώποτε τοὺς ἐκ πατέρων εἰδωλολάτρας ἀθέους ὄντας καὶ ἀσεβεῖς καὶ ἀλλοτρίους ὄντας τῆς γνώσεως τοῦ θεοῦ εἰς τοιαύτην ἥξειν ἐλπίδα; ὅμως δ' οὖν καὶ οἱ ἀπηλπισμένοι φησὶ τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης. Καὶ τούτων ἀπολαύσουσιν οὗτοι πάντες, ἐπειδὴ ὁ πάλαι κρατῶν καὶ αὐτῶν τυραννῶν ἄνομός τις καὶ ἀσεβὴς ἄρχων, λέγω δὲ αὐτὸς ὁ διάβολος, ἐξέλιπε καὶ ἀπώλετό γε μακρὰν διωχθείς, ὁ πάλαι καταδουλωσάμενος αὐτοὺς ὑπερήφανος, ἀλλὰ καὶ οἱ ὑπὸ τούτῳ ἀσεβοῦντες ἐπὶ ἀδικίαις ἐξωλοθρεύθησαν, δηλαδὴ οἱ πονηροὶ δαίμονες, οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ. διὸ εἴρηταί που· «καὶ ἐμίσουν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο». οἱ δὲ αὐτοὶ ματαίως ἦσαν ἐκκλίνοντες τὸν δίκαιον· τὸν γὰρ δίκαιον λόγον καὶ τὸν δίκαιον τὸν Χριστὸν τοῦ θεοῦ ἐκκλίνοντες ἀπεσείοντο οὐδὲν ἔχοντες ἐγκαλεῖν, ματαίως δὲ καὶ ἀδίκως τοῦτο πράττοντες. τοὺς γὰρ προφήτας εἰς πρόσωπον αὐτοὺς ἐλέγχοντας καὶ τῶν ἁμαρτημάτων ἐπιστρέφοντας ἐπαγίδευον