1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

130

λαβὰς κατ' αὐτῶν θηρώμενοι ὅπως αὐτοὺς ἀπολέσωσιν. ἔθος τῇ γραφῇ πολλάκις τῷ μέλλοντι χρόνῳ ἀντὶ παρεληλυθότος κεχρῆσθαι ὡς τό· «ἐν ποταμῷ διελεύσονται ποδὶ» ἐν τῷ ἑξηκοστῷ πέμπτῳ Ψαλμῷ κείμενον ἀντὶ τοῦ· «διέβησαν»· καὶ ἐνταῦθα οὖν πρὸς τό· ἐξέλιπεν ἄνομος, ἀκόλουθον ἦν εἰπεῖν καὶ πάντας τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα τιθέντας ἐξέλιπον κατὰ κοινοῦ, ἀλλὰ τῇ συνηθείᾳ τῇ γραφικῇ τῷ μέλλοντι χρόνῳ ἐχρήσατο. 1.97 Ἔτι πρὸς τοὺς αὐτοὺς ὁ λόγος ὁ προφητικὸς ἀποτείνεται, καὶ ἐπειδὴ τοιοῦτοι γεγόνατέ φησι, διὰ τοῦτο τάδε πρὸς ὑμᾶς λέγει ὁ τῶν ὅλων κύριος, ὑμᾶς δὲ λέγω τὸν καλούμενον οἶκον Ἰακώβ, ὃν οὐκ ἄξιον ὄντα τοῦ θεοφιλοῦς ἐκείνου καὶ μακαρίου ἀφώρισε καὶ ἀπηλλοτρίωσεν αὐτὸς ὁ θεὸς διὰ τὸ μὴ τοῖς ἔργοις ἀξίους τοῦ Ἀβραὰμ καταστῆσαι ἑαυτούς. «τὰ» γὰρ «τέκνα τοῦ Ἀβραὰμ» διὰ τῶν «ἔργων» γνωρίζεται, ὡς ἐδίδαξεν ὁ σωτὴρ εἰπών· «εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε». κατὰ δὲ τὸν Σύμμαχον· τάδε λέγει κύριος πρὸς τὸν οἶκον Ἰακώβ, ὁ λυτρωσάμενος τὸν Ἀβραάμ, ἀλλ' οὐχὶ τούτους λυτρωσάμενος, πρὸς οὓς ἀπετείνετο· διὸ πρὸς τούτους τάδε φησίν. εἴρηται μὲν περὶ ὑμῶν, ὡς οὐ συνήσετε «τοὺς λόγους τῆς βίβλου ταύτης», εἴρηται δὲ καὶ περὶ τῶν πάλαι «τυφλῶν» καὶ ἀπίστων ἐθνῶν, ὡς ἐκεῖνοι καὶ τοὺς λόγους τῶν ἱερῶν καὶ θεοπνεύστων γραφῶν συνήσουσι καὶ ψυχῆς ὀφθαλμοῖς τῶν θείων λογίων τὸν νοῦν θεωρήσουσι καὶ ὡς γνῶσιν ἀναλήψονται θεοῦ καὶ τῆς παρ' αὐτῷ μεθέξουσιν εὐφροσύνης οἱ πάλαι ἀνελπίδες, ἀλλὰ νῦν μὲν ὅτε ταῦτα προφητεύεται οὐδεμίαν αἴσθησιν ἔχετε τῶν λεγομένων. διὸ οὐδὲ αἰσχύνεσθε νῦν οὐδὲ προσποιεῖσθε τὰ καθ' ὑμῶν ἀπειλούμενα, οὐδὲ τὸ πρόσωπον ὑμῶν ἐπὶ τοῦ παρόντος ταῦτα ἀκουόντων διατρέπεται. ἔσται δὲ καιρός, ἐν ᾧ αἰσχυνθήσεσθε καὶ διατραπήσεσθε, καὶ τὸ πρόσωπον ὑμῶν ἀπὸ τῆς ἀναιδοῦς ταύτης καὶ ἀναισχύντου ἐνστάσεως μεταβαλεῖτε. Τίς δ' ἂν εἴη οὗτος ὁ καιρός, ἢ ὁ τῆς ἐκβάσεως τῶν ἐμῶν λόγων, καθ' ὃν τὰ τέκνα τὰ ὑμέτερα τοὺς ἀλλογενεῖς καὶ ἀλλοτρίους τοῦ ὑμετέρου γένους ὄψεται δοξάζοντας καὶ ἁγιάζοντας τὸ ἐμὸν ὄνομα; τότε γὰρ αὐτὰ τὰ ὑμέτερα τέκνα καταισχυνθήσεται καὶ ἐντραπήσεται ὁρῶντα τὸ παράδοξον τῆς τῶν ἐθνῶν μεταβολῆς, καὶ ὡς ἀλλόφυλοί τινες ἄνδρες τὸν ἅγιον τοῦ Ἰακὼβ καὶ τὸν θεὸν τοῦ Ἰσραὴλ ἁγιάσουσι, καὶ ὡς φόβον ἀναλήψονται τοῦ ἐπὶ πάντων θεοῦ οἱ τῷ μακρῷ αἰῶνι πλανηθέντες, καὶ ὡς συνήσουσιν αὐτοὶ ἐκεῖνοι οἱ πάλαι ἐν πλάνῃ ἐξετασθέντες, καὶ ὡς οἱ καταγογγύζοντες καὶ κατηγοροῦντες τῆς προνοίας μαθήσονται ὑπακούειν καὶ τοῖς ἐμοῖς παραγγέλμασι πείθεσθαι. αἵ τε γλῶσσαι αἱ ψελλίζουσαι καὶ μηδὲν «τρανὸν» μηδὲ ἀληθὲς λαλεῖν δυνάμεναι εἰς τὸ κατὰ φύσιν ἐλθοῦσαι τρανώτατα λαλήσουσι μαθοῦσαι λαλεῖν εἰρήνης λόγους, ὡς ἂν παντὸς ἀπηλλαγμέναι πολέμου καὶ τὴν πρὸς τὸν θεὸν εἰρήνην σπεισάμεναι. ἀντὶ δὲ τοῦ· οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον αὐτοῦ διατραπήσεται, ἀλλ' ὅταν ἴδῃ τὰ τέκνα αὐτοῦ ἔργα χειρῶν μου ἐν μέσῳ αὐτοῦ ἁγιάζοντας τὸ ὄνομά μου καὶ ἁγιάσουσι τὸν ἅγιον Ἰακὼβ καὶ τὸν θεὸν Ἰσραὴλ κραταιώσουσι καὶ γνώσονται οἱ πεπλανημένοι τῷ πνεύματι σύνεσιν καὶ γογγυσταὶ μαθήσονται παιδείαν. ἐνταῦθα τὸ τέλος περιγράφεται τῆς προφητείας τῆς κατὰ «τοῦ στεφάνου τῆς ὕβρεως» ἀρξαμένης μετὰ τὰ κατὰ «τοῦ δράκοντος καὶ τοῦ ὄφεως τοῦ σκολιοῦ» ἠπειλημένα. τὰ δὲ ἐπιφερόμενα τοῖς προτέροις ἀπὸ ἑτέρας ἀρχῆς ἀναγνωστέον. 1.98 Συντελέσας ὁ λόγος τὰ ἠπειλημένα κατὰ «τοῦ στεφάνου τῆς ὕβρεως» καὶ τὰ ἑξῆς ἐπενηνεγμένα πάντα, ἐφ' ἑτέραν ὑπόθεσιν μεταβαίνει θεσπίζων, ὥς φασιν Ἑβραίων παῖδες τὰ κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου πεπραγμένα, καθ' οὓς ἑλόντων Βαβυλωνίων τὴν Ἰερουσαλὴμ καὶ τὸν λαὸν αἰχμάλωτον ἀπαγαγόντων οἱ περιλειφθέντες ἐν τῇ