131
Ἰουδαίᾳ χώρᾳ, οἷς ὁ προφήτης συνῆν Ἰερεμίας καὶ Βαροὺχ καί τινες ἄλλοι, διὰ τὸν τῶν Βαβυλωνίων φόβον φυγῇ κέχρηνται, μᾶλλον ἑλόμενοι Αἰγυπτίοις ἑαυτοὺς ἐγχειρίσαι ἢ Βαβυλωνίοις δουλεύειν. ταῦτα δὲ ἐν τῇ τοῦ Ἰερεμίου προφητείᾳ ἱστόρηται. φθάνει δὲ ταῦτα ὁ προφήτης Ἠσαΐας σχεδὸν πρὸ ὅλων πεντήκοντα καὶ ἑκατὸν ἐτῶν τοῦ Ἰερεμίου γεγονώς· γράφει δ' οὖν περὶ αὐτῶν ἐκείνων τῶν μὴ πεισθέντων τῇ διὰ τοῦ Ἰερεμίου φωνῇ τοῦ θεοῦ ἀπαγορευούσῃ εἰσελθεῖν εἰς τὴν Αἴγυπτον λέγων· Οὐαὶ τέκνα ἀποστάται, ἢ παραβάται κατὰ τὸν Σύμμαχον, λέγει κύριος· ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου προσθεῖναι ἁμαρτίαν ἐφ' ἁμαρτίαις, οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ τὰ τούτοις ἐπιλεγόμενα. ἐν οἷς καὶ τοῦτο διδάσκει· ὅτι ἦσαν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί, σαφῶς παριστὰς γεγονέναι τότε παρ' Αἰγυπτίοις δαίμονας, ἀγγέλους πονηροὺς ὀνομάζων αὐτούς, οἳ μάλιστα ἐνήργουν τὰ πολλὰ ἐν τῇ καλουμένῃ πόλει τῆς Αἰγύπτου Τάνει, ἔνθα τὸ βασίλειον τοῦ Φαραὼ κατ' ἐκεῖνο καιροῦ ἵδρυτο. Φαραὼ δὲ πάντες ἐκαλοῦντο οἱ ἐξ αὐτῶν Αἰγυπτίων βασιλεύοντες τῆς αὐτῶν χώρας μετὰ τοῦ ἰδιάζοντα κεκτῆσθαι ὀνόματα, ὥστε εἶναι μέν τινα αὐτῶν Νεχαὼ μετὰ τοῦ καὶ Φαραὼ λέγεσθαι. μέμνηται δὲ τῆς Τάνεως ἡ Ψαλμῳδία ὡς τῶν διὰ Μωσέως παραδόξως πεπραγμένων «ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως» γεγονότων, καὶ ἐν τῇ περὶ Αἰγύπτου προφητείᾳ ὁ αὐτὸς οὗτος προφήτης ἐδίδασκε λέγων· «ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσάν σοι τί βεβούλευται κύριος σαβαὼθ ἐπ' Αἴγυπτον, ἐξέλιπον οἱ ἄρχοντες Τάνεως». ἀλλ' ἐκεῖ μέν, ἐπειδὴ τὴν εἰς Αἴγυπτον τοῦ κυρίου παρουσίαν ἐθέσπιζεν, ἀκολούθως «ἔκλειψιν τῶν ἀρχόντων Τάνεως» ἐδήλου· ἅπερ ἐπληροῦτο κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφάνειαν. διὰ δὲ τῶν μετὰ χεῖρας τὰ κατὰ τοὺς Ἰερεμίου χρόνους σημαίνων ὁ λόγος οὔ φησιν «ἐκλελοιπέναι τοὺς ἄρχοντας Τάνεως», ἀλλ' ὅτι ἦσαν τότε ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί, οἱ αὐτοὶ ὄντες τοῖς ἀνωτέρω λελεγμένοις «ἄρχουσι Τάνεως». πλὴν ἀλλὰ καὶ οὗτοί φησιν οἱ ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροὶ οὐδὲν ὠφελήσουσιν εἰς τὸ ἐπαμῦναι τοῖς προσφυγοῦσιν αὐτοῖς καὶ τὴν ἐξ αὐτῶν βοήθειαν ἀνακαλεσαμένοις, πρὸς δὲ τῷ μηδὲν αὐτοὺς ὠφελῆσαι γενήσονται αὐτοῖς αἰσχύνη καὶ ὄνειδος. ἃ καὶ αὐτοῖς ἐπληροῦτο καθ' ὃν χρόνον ὁ τῶν Βαβυλωνίων βασιλεὺς ὑποχείριον ποιησάμενος τὴν Αἴγυπτον, οὐ μόνον Αἰγυπτίους ἀλλὰ καὶ τῶν Ἰουδαίων τοὺς προσφύγους αὐτοῖς γενομένους πολέμου νόμῳ ἐξηνδραποδίσατο· τὸ τηνικαῦτα γὰρ ἡ ἐπὶ Φαραὼ τῶν Ἰουδαίων ἐλπὶς εἰς αἰσχύνην καὶ ὄνειδος αὐτοῖς περιετράπη. ἰστέον δ' ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ τριακοστὸς τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. Τούτοις ἑξῆς ἐπιφέρεται· Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων. οἶμαι δὲ διὰ τούτων τοὺς Αἰγυπτίων θεοὺς αἰνίττεσθαι τὸν λόγον· σχεδὸν γὰρ πᾶν εἶδος τετραπόδων ζῴων παρ' αὐτοῖς θεὸς ἐνομίζετο. ἀντὶ δὲ τοῦ· Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ, ὁ Σύμμαχος λῆμμά φησι κτηνῶν νότου, καὶ οἱ λοιποὶ δὲ πάντες ἑρμηνευταὶ ὁμοίως κτηνῶν νότου ἐκδεδώκασιν. οὐκοῦν τὴν χώραν τῶν Αἰγυπτίων κατὰ τὸ νότιον κλίμα κειμένην ἔρημον ὠνόμασαν οἱ Ἑβδομήκοντα φήσαντες· Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ, διὰ τὸ ἔρημον τότε πᾶσαν εἶναι θεοῦ, πεπληρῶσθαι δὲ τετραπόδων τῶν παρ' αὐτοῖς θεοποιουμένων καὶ τῶν παρ' αὐτοῖς ἐνεργούντων δαιμόνων. διὸ καὶ ἐν θλίψει καὶ ἐν στενοχωρίᾳ εἶναι ἐλέγοντο· κατὰ γὰρ πολλὴν στενοχωρίαν ψυχῆς καὶ καθ' ὑπερβολὴν θλίψεως τοὺς παρ' αὐτοῖς ἀνηγόρευον θεούς· αὐτοὺς δὲ ἐκείνους τοὺς τὰς ψυχὰς αὐτῶν θλίβοντας καὶ στενοχωροῦντας πονηροὺς δαίμονας· ἐν οἷς ἦσαν