132
λέοντες καὶ ἀσπίδες καὶ τὰ τούτων ἔκγονα καὶ ὄφεις καὶ ἄλλα μυρία ἑρπετά τε καὶ θηρία, ὧν εἰκόνες ἦσαν καὶ τὰ αἰσθητὰ ζῷα καθ' ὅλης τῆς Αἰγύπτου θεοποιούμενα. καὶ γὰρ λέοντας ἀληθῶς καὶ ἀσπίδας καὶ ὄφεις καὶ ἄλλα μυρία οἷα θεοὺς τετιμήκασιν. ἤδη γοῦν ἀπὸ τῆς τῶν αὐτοῖς νομιζομένων θεῶν ἐπωνυμίας καὶ τὰς πόλεις οὕτως κεκλήκασιν, ἀπὸ μὲν τοῦ λέοντος τὴν Λεοντώ, ἀπὸ δὲ τοῦ κυνὸς τὴν Κυνώ, καὶ ἀπὸ ἄλλου πάλιν θηρὸς ἑτέραν πόλιν. αὕτη τοίνυν ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ Αἰγυπτίων ἐρημίᾳ ἐθεωρεῖτο τῷ προφήτῃ, καὶ τούτοις οἱ πρόσφυγες τῶν Ἰουδαίων ἀπεκόμιζον τὸν ἑαυτῶν πλοῦτον· τὰ γὰρ ταμιεῖα τῆς ἑαυτῶν ψυχῆς τῇ Αἰγυπτιακῇ παρεδίδοσαν πλάνῃ. ἐπ' ὄνων δὲ καὶ καμήλων κομίζειν εἴρηνται τὸν πλοῦτον ἑαυτῶν τῆς ἀλογίας καὶ ἀφροσύνης αὐτῶν οὕτω πως δηλουμένης. ἀπῄεσαν δὲ πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτούς· οὔτε γὰρ οἱ αἰσθητοὶ Αἰγύπτιοι οὔτε οἱ τούτων νομιζόμενοι θεοὶ βοηθήσειν ἔμελλον τῷ προσφυγόντι αὐτοῖς Ἰουδαίων λαῷ. Καὶ τὰ ἑξῆς δὲ τῆς προφητείας ἀπαγγελλόμενα σαφέστερα ὄντα περιττὸν οἶμαι δοκεῖ πειρᾶσθαι διὰ μακροτέρων ἑρμηνεύειν, ἐπειδ' ἀντιλέγοντες αὐτὸν ψεύδεσθαι, ἐν οἷς παρῄνει ἐκ προσώπου τοῦ θεοῦ μὴ εἰσιέναι εἰς Αἴγυπτον. τούτου χάριν ἡ παροῦσα προφητεία φησίν· οἳ οὐκ ἐβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ, λέγοντες τοῖς προφήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι Μὴ λαλεῖτε ἡμῖν. κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· καὶ τοῖς ὁρῶσι μὴ ὁρᾶτε ἡμῖν ὀρθῶς, λαλήσατε ἡμῖν λεῖα, ὁρᾶτε ἡμῖν πλάνας, ἀποστήσατε ἀπὸ τῆς ὁδοῦ, ἐκκλίνατε ἀπ' ἐμοῦ τὴν τρίβον, παύσατε ἐκ προσώπου ἡμῶν τὸν ἅγιον Ἰσραήλ· ταῦτα γὰρ οἱ μὴ πιστεύοντες ταῖς τοῦ Ἠσαΐου φωναῖς πρὸς αὐτὸν καὶ τοὺς τὰ ὅμοια αὐτῷ φρονοῦντας ἔλεγον. ∆ιὸ ἀπειλεῖ αὐτοῖς τὰ ἐπιφερόμενα, εἶτα παραινεῖ λέγων· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, κατὰ δὲ τὸν Σύμμαχον· ἐν μετανοίᾳ φησὶ καὶ ἀναπαύσει σωθήσεσθε καὶ ἐν ἐλπίδι ἔσται ἡ δύναμις ὑμῶν. ἐὰν γὰρ καθεσθῆτέ φησιν ἐν τῷ τόπῳ τῆς Ἰερουσαλὴμ μετανοήσαντες καὶ παυσάμενοι τῆς ἐπὶ τὴν Αἴγυπτον ὁρμῆς, τότε σωθήσεσθε ἐν ἠρεμίᾳ γενόμενοι καὶ ἀναπαύσει, ἀλλὰ καὶ ἡ δύναμις ὑμῶν ἐν ἐλπίδι φησὶν ἔσται· πιστεύσαντες γὰρ καὶ ἐλπίσαντες ἐπὶ τὸν θεὸν δυνήσεσθε σωθῆναι. οἱ δὲ οὐκ ἠθέλησάν φησιν ἀκούειν, ἀλλ' εἶπαν Ἐφ' ἵππων φευξόμεθα. διόπερ ἀπειλεῖ αὐτοῖς τὰ ἐπιλεγόμενα φάσκων· φεύξεσθε μέν, οὐ μὴν διαφυγεῖν δυνήσεσθε τὴν τῶν Βαβυλωνίων χεῖρα καταληψομένην ὑμᾶς καὶ ἐν Αἰγύπτῳ. Εἰς τοσοῦτον δέ φησιν αὐτοὺς φεύξεσθαι, ἕως ἂν καταλειφθῶσιν ὡς ἱστὸς ἐπ' ὄρος καὶ ὡς σημαία ἐπὶ βουνοῦ, ἢ κατὰ τὸν Σύμμαχον· ὡς ἱστὸς ἐπ' ἄκρου ὄρους καὶ ὡς ἱστία ἐπὶ βουνοῦ· ὥσπερ γὰρ νηὸς διαπεσούσης καὶ ἀπολομένης ἐν θαλάττῃ σημεῖον τυγχάνει ἀποτεθεὶς ἐπ' ἄκρου ὄρους ἱστὸς τοῦ μηκέτ' αὐτοῦ χρείαν εἶναι, οὕτως ἐπίσημον γενήσεσθαι τὴν ἀπώλειαν τῶν δηλουμένων. Πλὴν οὐ πάντη πάντας ἀπολεῖσθαί φησι, περιλειφθήσεσθαι δὲ βραχεῖς τινας, οὓς ἐλεήσας ὁ θεὸς καὶ οἶκτον αὐτῶν λαβὼν διασώσει δοξαζόμενος καὶ ὑψούμενος διὰ τοῦ ἐλεῆσαι αὐτούς. οὕτω γὰρ αὐτὸν κριτὴν δίκαιον εἶναι ὡς τοὺς μὲν ἀξίους τιμωρίας κολάζειν τοὺς δὲ δυναμένους ἐλέου τυχεῖν τῆς παρ' αὐτῷ καταξιοῦν σωτηρίας. διόπερ μακάριοι πάντες οἱ ἐμμένοντες ἐπ' αὐτῷ, ἢ ὑπομένοντες αὐτὸν κατὰ τὸν Σύμμαχον· καλὸν γὰρ τὸ μὴ λειποθυμεῖν μηδὲ ἀπογινώσκειν τὴν τοῦ θεοῦ βοήθειαν ἐν ταῖς καταλαμβανούσαις ἡμᾶς συμφοραῖς. 1.99 Σφόδρα ἀκολούθως εἰπὼν ὁ λόγος τὰ κατὰ Ἰερεμίαν τὸν προφήτην συμβεβηκότα διὰ τῶν προκειμένων τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον τοῦ λαοῦ θεσπίζει καὶ ὡς ἐπανελθόντες τὸν νεὼν τὸν ἐν Ἰερουσαλὴμ ἀναστήσουσι καὶ αὖθις οἰκήσουσι τὴν πόλιν ὡς πληρωθῆναι αὐτὴν οἰκητόρων καὶ τὴν χώραν ἅπασαν ὑπὸ Ἰουδαίων γεωργίας τυχεῖν ἐν πολλῇ καὶ βαθυτάτῃ εἰρήνῃ διαγόντων· ἅπερ ἐπληροῦτο ἐπὶ Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ