133
Ἰωσεδέκ, καθ' οὓς τὸ ἱερὸν ἀνενεώθη προφητευόντων τότε Ἁγγαίου καὶ Ζαχαρίου, μεθ' οὓς Ἔσδρας ἀπὸ τῆς Βαβυλωνίας ἐπανελθὼν καὶ μετ' αὐτὸν ὁμοίως Νεεμίας τὰ μεγάλα συνέπραξαν τῇ τῆς πόλεως τελειώσει, μεθ' οὓς διέμεινε πολλοῖς ἔτεσιν ἀπολιόρκητος ἥ τε πόλις καὶ ὁ ἐν αὐτῇ νεώς. ταῦτα οὖν αὐτὰ διὰ τῶν παρόντων προαναφωνεῖ φάσκων ὁ λόγος· καὶ πάλιν μενεῖ ὁ θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωθήσεται ὁ θεὸς τοῦ ἐλεῆσαι ὑμᾶς. καὶ ἐπάγει λέγων ἑξῆς· διότι κριτὴς κύριος ὁ θεός· δίκαιος γὰρ κριτὴς ὢν τοὺς μὲν ἀξίους αἰχμαλωσίᾳ παρεδίδου, οὓς δὲ δίκαιον ἐλεεῖν, ἔσῳζεν· ὅθεν μακάριόν ἐστι τὸ ἐμμένειν ἐπ' αὐτῷ, ἢ κατὰ τὸν Σύμμαχον τὸ ὑπομένειν αὐτόν· ὡς δίκαιος τοιγαροῦν κριτὴς καὶ ὡς ἀγαθὸς πάλιν οἰκτειρήσει ὡς τὴν Σιὼν καὶ τὴν Ἰερουσαλὴμ δεύτερον οἰκοδομηθῆναι καὶ αὖθις ἐν αὐτῇ κατοικῆσαι λαόν. δόξαν δὲ τοῦ Ἰσραὴλ τὸν τῶν ὅλων σωτῆρα λέγει θεόν. Ἐπεὶ δὲ γέγραπται· διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, χρὴ μὴ ἀγνοεῖν, ὡς οὔτε ἡ Ἑβραϊκὴ λέξις οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τὸ ἅγιον ὠνόμασαν, ἀλλὰ κατὰ τὸν Σύμμαχον· λαός φησιν ἐν Σιὼν οἰκήσει· ὅπερ καὶ γέγονεν, οὐ πάντως δὲ ἅγιος ἦν ὁ πᾶς λαὸς ὁ μετὰ ταῦτα κατοικήσας τὴν Ἰερουσαλήμ. κλαυθμῷ φησιν οὐκ ἔκλαυσεν Ἐλέησόν με· οὕτως γὰρ περιέχει ἡ Ἑβραϊκὴ λέξις. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ἐν Ἰερουσαλὴμ κλαυθμῷ οὐ κλαύσεις, ὁμοίως δὲ καὶ κατὰ τὸν Θεοδοτίωνα εἴρηται· ἐν Ἰερουσαλὴμ κλαυθμῷ οὐ κλαυθήσεται. οὐκέτι γὰρ ἦν καιρὸς κλαυθμοῦ τοῖς διὰ τὸν ἔλεον τοῦ θεοῦ ἀπολαβοῦσι τὸ πατρῷον ἔδαφος καὶ ἐπὶ τούτῳ χαίρουσι καὶ εὐφραινομένοις κατὰ τὸ εἰρημένον· «ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν». τοῦτο δὲ αὐτοῖς αἴτιον ἦν τὸ τυχεῖν τοῦ ἐλέους τοῦ θεοῦ. ἀντὶ δὲ τοῦ· τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου, ὁ Σύμμαχός φησι· πρὸς τὴν φωνὴν τῆς βοῆς σου, καθὼς ἂν ἀκουσθῇ, ἀκούσει σου. ὅμοιον δέ ἐστι τοῦτο τῷ· «κατὰ τὴν πίστιν σου γενηθήτω σοι», εἰωθότι λέγεσθαι ὑπὸ τοῦ σωτῆρος. νῦν μὲν γάρ φησιν οὐκ ἔκλαυσε, καθ' ἕτερον δὲ καιρὸν τοῦτο ποιεῖ. πλὴν ὁ λόγος παραινεῖ αὐτῇ βοᾶν πρὸς τὸν θεὸν πάντοτε· πρὸς τὴν φωνήν σου γάρ φησιν ἀποκριθήσεταί σοι ὁ θεός. κατὰ δὲ τοὺς Ἑβδομήκοντα εἴρηται· καὶ Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν Ἐλέησόν με· δυνάμει γὰρ καὶ αὐτὸ τὸ ἔδαφος ἐβόα πρὸς τὸν θεὸν ἐπὶ τῇ τῶν οἰκητόρων κακίᾳ, ἀλλὰ καὶ οἱ δυνατοὶ ὑπὲρ τῶν ἀδυνάτων καὶ οἱ κρείττους ὑπὲρ τῶν χειρόνων ἀπεκλάοντο. διὸ ἐπιλέγεται ἑξῆς· τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου. Καὶ τέως μὲν ἐπὶ τοῦ παρόντος δώσει ὑμῖν φησι κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν. μετὰ δὲ ταῦτα ἑξῆς ἐπιλέγεται· ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός, καί· τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου. διδάσκει δὲ διὰ τούτων ὡς ἐν μὲν τῇ ἀρχῇ τῆς ἐπανόδου πολλῆς θλίψεως μετέσχον οἱ ἀπὸ τῆς πολεμίας ἐπανελθόντες τῶν περιχώρων θλιβόντων αὐτούς, ὡς καὶ τὸ ἔργον ἐπισχεῖν τῆς οἰκοδομῆς τοῦ ἱεροῦ· τοῦτο γοῦν καὶ ἡ ἱστορία ἐν τῇ βίβλῳ τοῦ Ἔσδρα διδάσκει. διὸ εἴρηται, ὅτι δώσει ὑμῖν κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν· καὶ οὐκέτι φησὶ μὴ ἐγγίσουσιν οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε. διὸ οὐκέτι πλανήσουσί σε· εἰ γὰρ καὶ πειραθεῖεν τοῦτο πρᾶξαί τινες, ἀλλ' οἱ ὀφθαλμοί σου ὄψονται αὐτούς. ἰδόντες δὲ αὐτοὺς καὶ νοήσαντες, οὐ πλανηθήσονται. καὶ πάλιν εἰ πειραθεῖεν ἕτεροι λόγοις ἀπατηλοῖς διαστροφὰς πρὸς ὑμᾶς λαλεῖν, καὶ τούτων τὰ ῥήματα οὐ παραδέξεται τὰ ὦτά σου· κἂν ἀπατῶντες λέγοιεν· Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά· οὐ πεισθήσῃ γὰρ λέγουσιν αὐτοῖς ταῦτα, ἀλλ' «ὁδῷ βασιλικῇ πορεύσῃ» τὴν μέσην ὁδεύων καὶ «μὴ ἐκκλίνων μήτε δεξιὰ μήτε ἀριστερά». διόπερ ὡς μηκέτι πλανώμενος μιανεῖς τὰ εἴδωλα, τοῦτ' ἔστι μιαρὰ ἡγήσῃ καὶ ἀκάθαρτα ὥσπερ τινὰ δυσώδη κόπρον καὶ ἄτιμον ἀκαθαρσίαν ἀποστρεφόμενος. ἐπειδὰν δὲ ταῦτα ποιήσῃς, τότε ἔτι ἄρτον