134
θλίψεως καὶ ὕδωρ στενὸν δώσει σοι κύριος. τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματός σου ἔσται εἰς πλησμονὴν καὶ λιπαρός. πάντα εἰς σὲ πληρωθήσεται ἐν εὐθηνίᾳ πολλῇ καὶ βαθυτάτῃ εἰρήνῃ τὴν ζωὴν διατελοῦντι· ὡς καὶ τὰ παρὰ σοὶ ζῷα καὶ μάλιστα τὰ τὴν χώραν γεωργοῦντα πληροῦσθαι τῆς αὐτοῖς κατὰ φύσιν τροφῆς. καὶ αὐτὰ δὲ ἐπληροῦτο μετὰ τὴν ἀνανέωσιν τῆς Ἰερουσαλὴμ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐν εἰρήνῃ διαναπαυομένων τῶν τε ἐν τῇ χώρᾳ τοὺς ἀγροὺς οἰκούντων καὶ τῶν ἐν ταῖς πόλεσι διατριβόντων. Ταῦτα μὲν οὖν ἀναφέροιτ' ἂν εἰς τοὺς δηλωθέντας χρόνους, τὰ δ' ἑξῆς δι' ὧν εἴρηται· καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον, βιάζεται καὶ τὸν μὴ θέλοντα ἐπὶ τροπολογίαν σπεύδειν. ποῖον δὲ ἔχει νοῦν τὸ ἐπιλεγόμενον· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσι πύργοι, ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ὡς τὸ φῶς τῶν ἑπτὰ ἡμερῶν ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται· ταῦτα γὰρ ὁποίαν σῴζοι ἂν ἀκολουθίαν πρὸ τούτων εἰρημένα. ἀναγκαῖον ἂν εἴη διασκέψασθαί φημι τοίνυν καὶ ταῦτα ἀκολούθως ἐπενηνέχθαι τοῖς προλεχθεῖσιν, ἐπειδὴ γὰρ σωματικὰς πεποίηται ἐπαγγελίας ὁ λόγος εἰπών· καὶ ὁ ἄρτος τοῦ γενήματός σου ἔσται εἰς πλησμονὴν καὶ λιπαρός· καὶ βοσκηθήσεται τὰ κτήνη σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον, οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν ἄχυρα ἀναπεποιημένα φάγονται ἐν κριθῇ λελικμημένῃ, εἰκότως πρὸς τοῖς σωματικοῖς καὶ τὰς θειοτέρας ἐπαγγελίας ἐπάγει τοῖς τούτων ἀξίοις. ταῦτα δὲ σημαίνει· καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον. καί ποτε ἔσται, παρίστησι τὸν χρόνον δηλῶν διὰ τοῦ ἐπισυνάπτειν καὶ λέγειν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσι πύργοι, ἢ κατὰ τὸν Σύμμαχον· ἐν ἡμέρᾳ σφαγῆς πολλῆς ἐν τῷ πεσεῖν μεγάλους. πότε δὲ ἔσται ἡ πολλὴ σφαγὴ καὶ πότε πεσοῦνται οἱ μεγάλοι, ἢ κατὰ τὸν καιρὸν τῆς καθόλου κρίσεως τῆς μετὰ «τὴν συντέλειαν τοῦ αἰῶνος τούτου» γενησομένης; διὸ εἴρηται κατὰ τοὺς Ἑβδομήκοντα· ὅταν πέσωσι πύργοι καὶ ὅταν ἀπόλωνται πολλοί· πολλοὶ γὰρ κατ' ἐκεῖνον ἀπολοῦνται τὸν χρόνον, ἐν ᾧ καὶ τὰ ἐπηγγελμένα τοῖς ἀξίοις ἀποδοθήσεται. τίνα δὲ ταῦτα διδάσκει ἐπὶ παντὸς ὄρους ὑψηλοῦ φάσκων ἔσεσθαι ὕδωρ διαπορευόμενον καὶ πολυπλασιαζόμενον αὐτοῖς τὸ σεληναῖον φῶς, τότε ἡλιακὸν ὡσαύτως ἑπταπλάσιον γενησόμενον φῶτα τοίνυν πολλὰ καὶ μεγάλα καὶ διαιρέσεις ὑδάτων· οὕτως γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· καὶ ἐπὶ παντὸς βουνοῦ ἐπηρμένου διαιρέσεις ἀγωγῶν ὑδάτων. ἀποδοθήσεται τοῖς ἀξίοις τῶν ἐπαγγελιῶν κατ' ἐκεῖνον τὸν χρόνον, καθ' ὃν οἱ ἄξιοι σφαγῆς σφαγῇ παραδοθήσονται καὶ οἱ ἐν τῷ παρόντι βίῳ ἐπηρμένοι καὶ μεγαλαῦχοι πέσωσι τοῦ ἑαυτῶν ὕψους. διὸ εἴρηται κατὰ τὸν Ἀκύλαν· ἐν ἡμέρᾳ ἀποκταμμοῦ πολλοῦ ἐν τῷ πεσεῖν μεγαλυνομένους. ὁρᾷς ἀκολουθίαν λόγου τοῖς μὲν ἐν τῷ πλήθει σωματικωτέροις σωματικὰς πεποιημένου τὰς ἐπαγγελίας, τοῖς δὲ ἐπαναβεβηκόσι τὸ φρόνημα καὶ τῇ ψυχῇ διῃρημένοις τὰς ὑψηλοτέρας ἐπαγγελίας ὑπισχνουμένου. ὥσπερ δὲ πολλάκις «τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον» νενόηται ἡμῖν, οὕτως «αἱ πολλαὶ μοναὶ παρὰ τῷ πατρὶ» ὄρη τυγχάνουσιν οὐράνια, ἔνθα οἰκήσουσιν οἱ τῆς βασιλείας τοῦ θεοῦ ἄξιοι. καθ' ἕκαστον δὲ τούτων τῶν ἤτοι ὀρῶν ἢ μονῶν ὕδωρ φησὶν ἔσται διαπορευόμενον πάντως που τὸ ἀπὸ τῆς «πηγῆς» ἀναβλαστάνον, περὶ ἧς εἴρηται· «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς», ἀφ' ἧς καὶ «ὁ ποταμὸς τοῦ θεοῦ» προχεῖται, περὶ οὗ εἴρηται· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ», καί· «ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων» τοῦ μονογενοῦς τοῦ θεοῦ λόγου τοῦ ζωοποιοῦ καὶ σωτηρίου οὕτω πως