1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

135

δηλουμένου. οὕτως οὖν ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου τὸ τῆς ἀθανάτου καὶ αἰωνίου ζωῆς ποιητικὸν ὕδωρ διαπορευόμενον ἀθανάτους ἀπεργάσεται τοὺς ἐξ αὐτοῦ πίνοντας, ὅτε «καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθεῖσα τῆς δουλείας τῆς φθορᾶς» ἀπολήψεται τῶν καμάτων τὰς ἀμοιβάς. διὸ καὶ ἡ σελήνη καὶ ὁ ἥλιος μείζονος δόξης ἀπολαύσουσιν ὡς ἂν κεκμηκότες ἐν τῷ παρόντι καὶ διακονησάμενοι τῷ βουλήματι τοῦ θεοῦ. ταῦτα δέ φησιν ἔσεσθαι, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσηται. ἔνθα οὔτε τοῦ Ἰσραὴλ μνημονεύει οὔτε τοῦ Ἰακὼβ οὐδ' ὅλως τῶν Ἰουδαίων, ἀλλὰ τοῦ λαοῦ αὐτοῦ, ὡς πάντας τοὺς ἀξίους χρηματίζειν λαὸν θεοῦ τῆς ἐπαγγελίας ἐξαπλουμένης. ἐντεῦθεν οἶμαι τὸν ἱερὸν Ἀπόστολον ὠφελημένον εἰρηκέναι τό· «ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται», «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». ὁρᾷς «τέκνων θεοῦ ἐλευθερίαν» λεγομένην παρὰ τῷ Ἀποστόλῳ, ἣν ὁ προφήτης ἴασιν τοῦ λαοῦ αὐτοῦ ὠνόμασεν. οὐκοῦν σὺν τῷ λαῷ αὐτοῦ καὶ «ἡ κτίσις ἐλευθερωθήσεται»· κατὰ τὸ αὐτὸ γὰρ ἐν αὐτῇ τῇ ἡμέρᾳ, τοῦτ' ἔστι ἐν αὐτῷ τῷ καιρῷ, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ. τότε ὁ ἥλιος καὶ ἡ σελήνη κρείττους ἑαυτῶν γενήσονται πολυπλασίονος φωτὸς καὶ δόξης κρείττονος μεταληψόμενοι. διὸ εἴρηται· «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». ἅπερ «τέκνα τοῦ θεοῦ» καὶ λαὸς αὐτοῦ πολλὴν εἶχε συντριβὴν καὶ ὀδύνην, ὅτε τὴν θνητὴν διεβίουν ζωήν· ἦσαν γὰρ ὀδυνώμενοι καὶ συντετριμμένοι ὡς λέγεσθαι· «καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει», καί· «θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον». οἱ δὲ αὐτοὶ ἦσαν ἀποκλαόμενοι τὴν ἐπὶ γῆς διατριβὴν καὶ πενθοῦντες τοὺς ἄξια πένθους πράττοντας, ὅπερ διδάσκει ὁ Ἀπόστολος λέγων· «ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι», «καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων». τούτων τε αὐτῶν ὁ θεὸς τὸ σύντριμμα καὶ τὴν ὀδύνην ἰάσεται ἀνακτώμενος ἐν τῇ τῶν ἐπαγγελιῶν ἀποδόσει. ὃ δὴ καὶ ὁ σωτὴρ ἐδήλου λέγων· «μακάριοι οἱ κλαίοντες» καὶ «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται». 1.100 Τοῖς κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου καταφυγοῦσιν εἰς Αἴγυπτον παρὰ τὸ πρόσταγμα τοῦ θεοῦ ἀπειλήσας ὁ λόγος τὰ ἐν αὐτῇ Αἰγύπτῳ καταληψόμενα αὐτούς, εἶθ' ἑξῆς θεσπίσας ἐν τῇ πρὸς τοὺς αὐτοὺς προφητείᾳ, ὅτι μὴ χρὴ αὐτοὺς ἀπογινώσκειν τὴν ἀνάστασιν τῆς Ἰερουσαλήμ. ἐπανήξουσι γὰρ ἀπὸ τῆς πολεμίας χώρας οἱ ἐκπεσόντες αὐτῆς καὶ πάλιν αὐτὴν οἰκήσουσιν καὶ τὴν χώραν ἅπασαν τῆς Ἰουδαίας μετὰ εἰρήνης ἀφόβως γεωργήσουσιν. εἶτα πρὸς ταῖς ἐπαγγελίαις ταῖς σωματικώτερον εἰρημέναις ἐπισυνάψας τὰς οὐρανίους τοῖς ἀξίοις ἀποδοθησομένας μετὰ τὴν συντέλειαν τοῦ κόσμου, καθ' ἣν καὶ οἱ ἀσεβεῖς ἀπωλείᾳ καὶ πτώσει παραδοθήσονται. ταῦτα προφήσας ὁ λόγος ἐπισυνάπτει τὰ προκείμενα ἠρτημένα τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως. διό φησιν· Ἰδοὺ τὸ ὄνομα κυρίου ἔρχεται διὰ χρόνου πολλοῦ. ἀντὶ τοῦ· διὰ πολλοῦ χρόνου, οἱ λοιποὶ ἑρμηνευταὶ μακρόθεν εἰρήκασι. καὶ τήρει, ὅπως οὐκ αὐτὸν τὸν κύριόν φησιν ἔρχεσθαι, ἀλλὰ τὸ ὄνομα κυρίου τὸν Χριστὸν τοῦ θεοῦ αἰνιττόμενος, περὶ οὗ εἴρηται· «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν». ἐρχομένου δὲ καὶ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν ποιουμένου ἐπακολουθήσουσιν τιμωρητικαὶ δυνάμεις, δι' ὧν αἱ κολάσεις τοῖς ἀσεβέσιν ἐπαχθήσονται, ἃς ἡ παροῦσα γραφὴ θυμὸν καὶ ὀργὴν ὀνομάζει. ἀντὶ δὲ τοῦ· καιόμενος θυμός, μετὰ δόξης καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· φλεγόμενος θυμὸς αὐτοῦ καὶ βαρὺς ὑπενεγκεῖν τὰ