138
περιληφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται, ὁ δὲ φεύγων ἁλώσεται, τάδε λέγει κύριος, ὁ Σύμμαχος οὕτως ἐξέδωκε· πέτρα αὐτοῦ, δῆλον δ' ὅτι τοῦ Ἀσσυρίου, φοβερὰ παρελεύσεται καὶ ἡττηθήσονται οἱ ἄρχοντες αὐτοῦ φησι κύριος. πέτραν δὲ λέγει τοὺς Ἀσσυρίους, τὸ πάλαι στερρὸν καὶ βέβαιον καὶ ἰσχυρὸν τῆς βασιλείας αὐτοῦ, ὅπερ παρελεύσεται ὁ λόγος φησὶ τὴν καθαίρεσιν αἰνιττόμενος τῆς τῶν Ἀσσυρίων δυναστείας. εἶτά φησι· Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ. καὶ διὰ τούτου δὲ προτρέπει τοὺς εἰς τὴν Αἴγυπτον ὁρμήσαντας μὴ ἀναχωρεῖν τοῦ τόπου, ἔνθα ἦν ὁ νεὼς τοῦ θεοῦ· ἀλλὰ καὶ μακαρίζει τοὺς ἕξοντας ἐν Σιὼν σπέρμα καὶ ἐν Ἰερουσαλὴμ οἰκείους διὰ τὸ μέλλειν αὐτὴν ἀνανεοῦσθαι καὶ τὴν οἰκείαν αὖθις ἀναλαμβάνειν δόξαν ἢ καὶ κρείττονα ἧς εἶχε πρότερον. διὸ ἐλέγετο ἐν ἑτέροις· «καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην». εἰδέναι δὲ χρή, ὅτι τὸ μὲν μακάριος οὐδεὶς τῶν ἑρμηνευτῶν εἴρηκεν. ἀντὶ δὲ τοῦ· ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ, ὁ μὲν Σύμμαχός φησιν· κύριος ἔχει πῦρ ἐν Σιὼν καὶ κλίβανον ἐν Ἰερουσαλήμ, ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων φῶς αὐτῷ ἐν Σιὼν καὶ κλίβανος αὐτῷ ἐν Ἰερουσαλὴμ εἰρήκασι, διδάσκοντος τοῦ λόγου ὅτι ὁ τῶν ὅλων θεὸς καὶ κύριος ὁ κατὰ τοῦ Ἀσσυρίου ἀπειλήσας τὰ λελεγμένα ἔχει πῦρ ἐν Σιὼν καὶ κλίβανον ἐν Ἰερουσαλήμ, ἵν' ὅτε βούλεται τῷ πυρὶ τούτῳ καὶ τῷ κλιβάνῳ κατακαύσῃ καὶ κατοπτήσῃ τοὺς καύσεως δεομένους. διὸ οὐ προσήκει καταφρονεῖν τῆς τοῦ θεοῦ πόλεως. ταῦτα δὲ καὶ περὶ τῆς ἐκκλησίας εἰκότως ἂν ῥηθείη, ἐπειδήπερ «ἡ πόλις τοῦ θεοῦ ἡ δεδοξασμένη» αὐτή ἐστι, περὶ ἧς εἴρηται· «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ», καί· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ». ἔστι γὰρ καὶ ἐν αὐτῇ πῦρ καὶ κλίβανος εἰς τὸ καταφλέγειν καὶ ἀναλίσκειν τὰ ἐν ἑκάστῃ ψυχῇ «ξύλα καὶ χόρτον καὶ καλάμην». ἐὰν δὲ λέγηται· φῶς αὐτῷ ἐν Σιὼν καὶ κλίβανος αὐτῷ ἐν Ἰερουσαλήμ, διὰ μὲν τοῦ φωτὸς ἀξίους τῶν συναγομένων τὸ φῶς εἰρῆσθαι ἐκλεξόμεθα, διὰ δὲ τῆς καύσεως καὶ καθάρσεως χρείαν ἔχοντας τό· κλίβανος ἐν Ἰερουσαλήμ. 2.2 Ἡ μὲν τῶν Ἑβδομήκοντα ἔκδοσις συνάπτει ταῦτα τῇ ἀνωτέρω κειμένῃ διανοίᾳ· προειποῦσα γάρ· Τάδε λέγει κύριος Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ, ἀκολούθως ἐπήγαγε τό· ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν· ἐπειδὴ γὰρ ταῦτα μέλλει γίγνεσθαι ἐν τῇ Ἰερουσαλήμ, εἰκότως μακαρίζει τοὺς μέλλοντας τούτων ἐν αὐτῇ ἀπολαύειν, κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς ἐπειδὴ τὸ φησὶ κύριος τῇ ἀνωτέρῳ διανοίᾳ συνῆψαν τὰ προκείμενα ἐξ ἑτέρας ἀρχῆς ἰδιαζούσης προσηνέγκαντο. διὸ κατὰ μὲν τὸν Σύμμαχον εἴρηται· ἰδοὺ εἰς δικαιοσύνην βασιλεύσει βασιλεύς, κατὰ δὲ τὸν Ἀκύλαν· ἰδοὺ εἰς δίκαιον βασιλεύσει βασιλεύς, καὶ κατὰ τὸν Θεοδοτίωνα ὁμοίως. εἰκὸς μὲν οὖν ταῦτα Ἰουδαίων παῖδας ἀνοίσειν ἐπὶ τὸν Ζοροβάβελ, ἐκ φυλῆς μὲν Ἰούδα γενόμενον καὶ ἐκ τῆς τοῦ ∆αυὶδ διαδοχῆς, ἡγησάμενον δὲ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τῶν ἀπὸ τῆς αἰχμαλωσίας ἐπιστρεψάντων κατὰ τοὺς Κύρου τοῦ Περσῶν βασιλέως χρόνους. καὶ ἄρχοντας δὲ μετὰ κρίσεως ἄρξειν εἴποιεν ἂν τοὺς ἅμα τῷ Ζοροβάβελ εἶναι Ἰησοῦν, δηλαδὴ τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν καὶ ὅσοι ἄλλοι κατὰ τούτους ἐγνωρίζοντο. τὰ δ' ἑξῆς ἐπιφερόμενα οὐχ ἡγοῦμαι δύνασθαι αὐτοὺς ἀποσώσειν, λέγω δὲ τό· καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ καὶ τὰ τούτοις ἐπισυνημμένα, ἃ οὐκ ἄν τις ἔχοι τέλους τυχόντα τοὺς χρόνους ἀποδεῖξαι τοῦ Ζοροβάβελ. διόπερ ὡσανεὶ πληρωθείσης τῆς προφητείας τῆς περὶ τῶν εἰς Αἴγυπτον κατεληλυθότων ἐπὶ τῶν Ἰερεμίου χρόνων ἑτέρας ὑποθέσεως ἁπτόμενος ὁ λόγος ἐξ ἑτέρας ἀρχῆς θεσπίζει τὰ περὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ τοῦ θεοῦ· μόνος γὰρ αὐτὸς ἐν ἀνθρώποις δίκαιος ἀνεφάνη βασιλεύς. καὶ οἱ ἀπόστολοι δὲ αὐτοῦ μετὰ κρίσεως