139
τοῦ ἑαυτῶν βασιλέως τῆς ἐκκλησίας αὐτοῦ καθηγήσαντο. καὶ ἔχει λόγον μετὰ τὸ περιγράψαι τὴν προφητείαν τὴν περὶ τῶν εἰς Αἴγυπτον ἐπὶ Ἰερεμίου κατεληλυθότων καὶ μετὰ τὸ θεσπίσαι τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον καὶ τὴν ἀνανέωσιν τῆς Ἰερουσαλήμ, τήν τε κατάστασιν τοῦ λαοῦ τὴν μέλλουσαν ἔσεσθαι ἐπὶ τῆς Ἰουδαίας χώρας, ἑξῆς καὶ ἀκολούθως τὴν περὶ τοῦ Χριστοῦ προφητείαν ἐπάγεσθαι καὶ αὐτὸν εἶναι τὸν προφητευόμενον καὶ τὰ δι' αὐτοῦ πᾶσιν ἀνθρώποις προξενηθέντα ἀγαθά. ὥσπερ δὲ προεφήτευε τὴν μετὰ πλεῖστα ἔτη γενησομένην εἰς Αἴγυπτον κάθοδον τῶν κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου καὶ τὴν μετὰ ταῦτα τῆς αἰχμαλωσίας ἐπάνοδον γεγενημένην, οὕτως οὐδὲν ἦν θαυμαστὸν προφῆσαι αὐτὸν καὶ ἔτι μᾶλλον μακροῖς ὕστερον χρόνοις γενησόμενα ἐπὶ τῆς τοῦ Χριστοῦ παρουσίας, ὃν βασιλέα δίκαιον καλεῖν εἰς δικαιοσύνην βασιλεύοντα κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. ἐπειδὴ διὰ τοῦ εὐαγγελίου αὐτοῦ «δικαιοσύνη θεοῦ πεφανέρωται» ὡς μὴ μόνον «Ἰουδαίοις», ἀλλὰ καὶ «Ἕλλησι» καὶ τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἀνθρώποις τὴν τοῦ θεοῦ γνῶσιν κηρύττεσθαι, ἐβασίλευσε τοίνυν εἰς δικαιοσύνην ὁ Χριστὸς τοῦ θεοῦ καινήν τινα ταύτην τὴν βασιλείαν· οὐ γὰρ εἰς ἀνθρωπίνην ἀξίαν ἀποβλέπων οὐδὲ εἰς τιμὴν καὶ δόξαν τὴν παρὰ ἀνθρώποις τὴν βασιλείαν ἐπανῄρητο, ἀλλ' εἰς δικαιοσύνην· ὥσπερ οὖν καὶ οἱ ἄρχοντες αὐτοῦ οὐκ ἐν ἀξιώμασι κοσμικοῖς προαχθέντες ἦρχον, ἀλλ' εἰς κρίσιν. διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· καὶ ἄρχοντες εἰς κρίμα ἄρξουσιν. ἀντὶ δὲ τοῦ· καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ ὁ Σύμμαχος· καὶ ἔσται φησὶν ἀνὴρ ὡς ἀποκρυφὴ ἀπὸ πνεύματος καὶ σκέπη λαίλαπος. ποῖος οὖν ὁ ἄνθρωπος ἔσται ἀλλ' ἢ ὁ ἀνωτέρω δίκαιος ὠνομασμένος; αὐτὸς γὰρ οὗτος ἔσται ἀνήρ, οὐκ ὢν τῇ φύσει ἀνήρ, ἀλλὰ κρείττων ἢ κατὰ ἀνθρώπου φύσιν· πλὴν ἔσται ἄνθρωπος ἐπικρύπτων αὐτοῦ τὴν θεότητα. διὸ κατὰ μὲν τὸν Σύμμαχον ὡς ἀποκρυφὴ ἀπὸ πνεύματος καὶ σκέπη λαίλαπος εἴρηται, κατὰ δὲ τὸν Ἀκύλαν· ὡς κρύπτων πνεῦμα καὶ ἀποκρυφὴ ἐντινάγματος. ὁρᾷς ὡς κρύφιον τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος αὐτοῦ παρίστησιν ὁ λόγος, κατὰ δὲ τοὺς Ἑβδομήκοντα ἐπειδὴ «πάντα ἃ ἐλάλει ἐν παραβολαῖς» ὁμιλεῖ. διὰ τοῦτο λέλεκται· κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀπὸ ὕδατος φερομένου· ὕδωρ γὰρ φερόμενον ἦν καὶ ἀπολλύμενον τὸ πλῆθος τοῦ Ἰουδαίων λαοῦ· διὸ καὶ ἀπέκρυπτεν αὐτὸν ἐξ αὐτῶν καὶ τοὺς λόγους αὐτοῦ ἀπ' ἐκείνων μὲν ἐκάλυπτε, τοῖς δὲ αὐτοῦ μαθηταῖς ἐφανέρου. διό φησιν ἔσεσθαι αὐτὸν ἐμφανῆ τῇ ἐκκλησίᾳ αὐτοῦ ἐπιφέρων ἑξῆς καὶ λέγων· καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμός. τίς δὲ φανήσεται ἢ αὐτὸς δίκαιος ὁ βασιλεύς; αὐτὸς γὰρ φανήσεται ὡς ποταμὸς φερόμενος ἔνδοξος. τίς δέ ἐστιν ἡ Σιὼν αὕτη ἢ ἡ τὸν ἀπ' ἐκείνων κρυπτόμενον ἐμφανῶς παραδεξομένη; οἷόν τινα μέγαν ποταμὸν διδάσκει λέγων· ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. ἡ γὰρ πάλαι ἔρημος καὶ διψῶσα γῆ ἡ ἐξ ἐθνῶν ἐκκλησία αὕτη ἐστὶν ἡ Σιών, ἐν ᾗ φησιν οὐκέτι ἔσονται πεποιθότες ἐπ' ἀνθρώποις, ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσε· καὶ οὐκ ἀμαυρωθήσονται οἱ ὀφθαλμοὶ τῶν ὁρώντων δηλῶν τοὺς ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ὡς βλέπειν καὶ νοεῖν τὸν ἐμφανῆ γενόμενον αὐτοῖς ποταμόν, δηλαδὴ τὸν μονογενῆ τοῦ θεοῦ λόγον, περὶ οὗ εἴρηται· «ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων», καί· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ». διὸ καὶ αὐτὸς ἐδίδασκε λέγων ὁ σωτήρ· «ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ», «ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος». τούτοις ἐπιλέγει ἑξῆς· καὶ τὰ ὦτα ἀκούειν δώσουσι. καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν, ἀνθ' οὗ ὁ Σύμμαχός φησι· καρδία δὲ ἀνοήτων συνήσει γνῶναι. ὁρᾷς ὅπως τοῖς πάλαι ἀνοήτοις τὴν σύνεσιν τοῦ δικαίου βασιλέως τοῦ ἀποκρύψαντος αὐτὸν ἀπὸ ἑτέρων ἐπαγγέλλεται. καὶ γλῶσσαι δέ φησιν αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν