141
περιτομῆς λαῷ διὰ τῶν προκειμένων προσφωνεῖ παρακελευόμενος ἀποκλάεσθαι καὶ κόπτεσθαι καὶ θρηνεῖν ὡς ἂν «ἐκπεσόντι τῆς τοῦ θεοῦ χάριτος» διὰ τὴν εἰς τὸν θεὸν ἀπιστίαν αὐτῶν· διαβάλλων δὲ τὸ ἄνανδρον τῆς ψυχῆς αὐτῶν καὶ τὸ τεθηλυμμένον γυναῖκας αὐτοὺς ἀποκαλεῖ. φησὶ δὲ τὰς συναγωγὰς αὐτῶν δηλοῦσθαι διὰ τῆς φασκούσης προφητείας· γυναῖκες πλούσιαι, ἀνάστητε, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· γυναῖκες εὐθηνοῦσαι· καὶ γὰρ ἦσαν ὡς ἀληθῶς πάλαι ποτὲ «κατὰ θεὸν πλουτοῦσαι» καὶ εὐθηνοῦσαι. εἰ μὴ ἄρα πλουσίας αὐτὰς λέγει καὶ εὐθηνούσας διὰ τὸ δοκεῖν ἐν σωματικῷ πλούτῳ περιττεύειν καὶ τρυφᾶν, παρακελεύεται τοίνυν αὐταῖς ὁ λόγος μὴ ὑπτίως μηδὲ παρέργως προσέχειν τοῖς λεγομένοις, διεγηγερμένως δὲ καὶ συντεταγμένως. διό φησιν· ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου. μήτι δὲ καὶ ὡς πεσούσαις προστάττει διαναστῆναι; ἀντὶ δὲ τοῦ· θυγατέρες ἐν ἐλπίδι, οἱ λοιποὶ ἑρμηνευταὶ συμφώνως θυγατέρες πεποιθυῖαι εἰρήκασιν· ἐδόκουν γὰρ εἰσέτι τότε ὡς ἂν πλούσιαι τυγχάνουσαι καὶ εὐθηνοῦσαι μέγα φρονεῖν καὶ πεποιθέναι ἐπὶ τῷ πλούτῳ. εἴποις δ' ἂν τὰς μὲν πρώτας γυναῖκας σημαίνειν τὰς ἐπὶ τῶν παλαιῶν χρόνων παρὰ Ἰουδαίοις συνόδους καὶ τὰ πλήθη τὰ ἐν αὐταῖς συναγόμενα, τὰς δὲ θυγατέρας τὰς ἐν τοῖς ὕστερον χρόνοις ὑποστησομένας τῶν αὐτῶν συναγωγάς. Καὶ δὴ προστάττει ὁ λόγος ἀμφοτέροις τοῖς εἰρημένοις τάγμασι συντεταμένως καὶ μετὰ προσοχῆς ἀκοῦσαι τῶν ἐπιφερομένων, δι' ὧν διδάσκει προσήκειν αὐταῖς μνείαν ποιήσασθαι ἐνιαυτοῦ τινος ἡμερῶν καὶ τοῦτο πρᾶξαι μετὰ ὀδύνης πρὸς τῷ καὶ ἐλπίδα ὑπογράψαι ἑαυταῖς ἀγαθήν. ἐνιαυτὸν δὲ ὁ προφητικὸς λόγος τὸν χρόνον τοῦ κηρύγματος τοῦ εὐαγγελικοῦ, καθ' ὃν ὁ σωτὴρ καὶ κύριος ἡμῶν συνὼν ἀνθρώποις ἐκήρυττε, διδάσκει. καὶ τοῦτο δῆλον ἀπὸ τοῦ ἑξῆς ἐκ προσώπου τοῦ Χριστοῦ λέγεσθαι· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτόν». τούτου δὴ οὖν τοῦ ἐνιαυτοῦ μνείαν ποιήσασθαι βούλεται τὰς εἰρημένας καὶ τοῦτο πρᾶξαι μετὰ ὀδύνης κατανυττομένας ἐφ' οἷς τετολμήκασιν, ἀλλὰ καὶ μετὰ ἐλπίδος ἀγαθῆς τοῦτο ποιεῖν διὰ τὴν τοῖς μεταμελομένοις ἐφ' οἷς ἔπραξαν ἐπηγγελμένην ἐλπίδα. ὅτε μὲν οὖν ὑπῆρχεν «ἀμπελὼν κυρίου ὁ οἶκος τοῦ Ἰσραὴλ καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον», πολὺς ἦν ὁ παρ' αὐτοῖς τρυγητός, λέγω δὲ ὅτε συνειστήκει ὁ νεὼς καὶ τὸ θυσιαστήριον, ἐξ ἅπαντός τε τοῦ ἔθνους ὥσπερ ἐξ ἀμπελῶνος τὰ δῶρα καὶ αἱ κατὰ νόμον θυσίαι προσεφέροντο. νυνὶ δέ φησιν· ἀνήλωται ὁ τρυγητὸς καὶ πέπαυται. εἰ δὲ καὶ ἄλλοτέ ποτε παυσάμενος οὗτος ὁ τρυγητὸς κατὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν αὖθις ἀνελήφθη ἀνανεωθέντος τοῦ τόπου, ἀλλὰ νῦν μὲν μανθάνετε, ὅτι οὐκέτι μὴ ἔλθῃ· ἅπαξ γὰρ ἀνήλωται καὶ πέπαυται, κατὰ δὲ τὸν Σύμμαχον· συνετελέσθη φησὶ τρυγητός, ἐκηρύχθη ἵνα μὴ ἔλθῃ. Τί οὖν χρὴ ἐπὶ τούτῳ πράττειν ὑμᾶς τὰς προλεχθείσας, ἐπιφέρει λέγων· ἔκστητε, λυπήθητε, αἱ πεποιθυῖαι. ἁψάσθω φησὶν ὑμῶν «ἡ κατὰ θεὸν λύπη», καὶ τῆς προτέρας ἀπιστίας ἔκστητε ἐπιδοῦσαι ἑαυτὰς «εἰς μετάνοιαν»· «ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται». διὸ «καρποὺς μετανοίας» τοῖς ἔργοις ἐνδείξασθε ἀποδυσάμεναι τὴν τοῦ πλούτου περιβολήν, τῆς τε τρυφῆς καὶ τῆς εὐθηνίας ἑαυτὰς ἀπογυμνώσασαι, ἀνδρικῷ δὲ σχήματι περιζωσάμεναι τὰς ὀσφὺς κόπτεσθε τὴν καταλαβοῦσαν ἐρημίαν τὸν πάλαι ὑμῶν «ἐπιθυμητὸν ἀμπελῶνα». τί δὲ πέπονθεν ὁ ἀγρὸς καὶ τί ἡ ἄμπελος ἡ πολυφόρος, ἑξῆς ἐπιλέγει· ἡ γῆ τοῦ λαοῦ ἄκανθα καὶ χόρτος ἀναβήσεται. τοῦτο δὲ ἐδήλου διὰ τῶν ἔμπροσθεν εἰπών· «καὶ ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας». καὶ ταύτας διερμηνεύων ἐπῆγε λέγων· «ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν». ἐπὶ τούτοις τοιγαροῦν κόπτεσθαι