142
παρεκελεύετο καὶ μάλιστα διὰ τὴν ἐπιφερομένην ἀπειλήν, δι' ἧς εἴρηται· ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται. καὶ ἡ πάλαι πλουσία πόλις αὕτη, οἶκοι ἔρημοι καταλειφθήσονται, ὅτε πλοῦτος τῆς πόλεως καὶ τὰ σεμνὰ καὶ τὰ ἐπιθυμητὰ τοῦ ἱεροῦ οἴκου καταλειφθήσονται ὑπὸ τοῦ θεοῦ. καὶ γενήσεται δέ φησιν ἡ πάλαι γαυριῶσα καὶ τοῦ θεοῦ χρηματίζουσα πόλις οἰκητήριον ὄνων ἀγρίων καὶ βοσκήματα ποιμένων, ἢ κατὰ τὸν Ἀκύλαν· βοσκήματα ἀγελῶν. τίς δὲ ὁρῶν μετοίκους ἄνδρας οἰκοῦντας τὴν Ἰερουσαλὴμ εἰδωλολάτρας τε ἐκ διαφόρων ἐθνῶν συνειλεγμένους, οὐκ ἂν εὐλόγως εἴποι ὄνους ἀγρίους καὶ διαφόρους ἀγέλας καταβόσκεσθαι αὐτήν; διὸ λέλεκται· εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων. ∆ιὰ ταῦτα τοιγαροῦν προσέταξεν ὑμῖν ὁ λόγος ἰσχυρὸν ποιεῖσθαι κοπετὸν καὶ τῷ θρήνῳ παραμένειν ἐπὶ τοσοῦτον, ἕως ἂν ἐπέλθῃ ἐφ' ὑμᾶς πνεῦμα ἀφ' ὑψηλοῦ, ἢ κατὰ τὸν Σύμμαχον· ἀνάψυξις ἐξ ὕψους· ἔστι μὲν γὰρ διαφορὰ πνευμάτων, πλὴν οὐδὲν ὑμᾶς ἀνακτήσασθαι δύναται καὶ ἀναπαῦσαι τοῦ θρήνου καὶ τοῦ κοπετοῦ ἢ τὸ ἐξ ὕψους καταπεμπόμενον πνεῦμα εἴγε ἐπέλθοι ἐφ' ὑμᾶς. τοῦτο δὲ ἦν περὶ οὗ ἔφασκεν ὁ σωτήρ· «ἰδοὺ ἐγὼ ἀπέρχομαι καὶ ἀποστέλλω ὑμῖν τὸν παράκλητον, τὸ πνεῦμα τῆς ἀληθείας», καὶ πάλιν· «ἕως ἂν λάβητε ἐξ ὕψους δύναμιν». ἐπεὶ τοίνυν· «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται», καί· «μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται», εἰκότως ταῖς προλεχθείσαις, εἰ διὰ θρήνου καὶ κλαυθμοῦ καὶ κοπετοῦ τὴν μετάνοιαν ἐνεδείξαντο, ἐπαγγελίαν δίδωσιν ἀγαθὴν τὴν διὰ τοῦ ἁγίου πνεύματος. εἶτα πάλιν τὰ ἀνωτέρω λελεγμένα διαφόρως ἑρμηνεύει λέγων· καὶ ἔσται ἔρημος ὁ Χερμέλ, καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἔσται φησὶν ἔρημος ὁ Κάρμηλος, ὁ δὲ Κάρμηλος εἰς δρυμὸν λογισθήσεται. ἐλέγετο δὲ καὶ διὰ τῶν ἔμπροσθεν· «οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμέλ, καὶ τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται. καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται· καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ κυρίου ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης», κατὰ δὲ τὸν Σύμμαχον· «ἔτι βραχύ» φησι «καὶ ἔσται Λίβανος εἰς Κάρμηλον, ὁ δὲ Κάρμηλος εἰς δρυμὸν λογισθήσεται». δι' ὧν Λίβανος μὲν τὸ ὄρος τὸ ἐπὶ τῆς Φοινίκης ἐδήλου τὰ ἔθνη, Κάρμηλος δὲ τὸ ὄρος τὸ ὑπὸ Ἰουδαίοις ὂν πρότερον τὸν ἐκ περιτομῆς λαόν, ὅθεν καὶ ἑρμηνεύεται ὁ Χερμέλ, δηλαδὴ ὁ Κάρμηλος, ἐπίγνωσις περιτομῆς. τὸν Λίβανον τοίνυν, τὸν ἀλλόφυλον καὶ τὸν ἀλλογενῆ λαὸν τὸν ἐξ ἐθνῶν μεταβληθέντα ἔσεσθαί φησιν, ὁποῖος ἦν ὁ πάλαι παρὰ τῷ θεῷ τετιμημένος λαὸς ὁ ἐκ περιτομῆς, αὐτὸν δὲ τὸν ἐκ περιτομῆς λαὸν Χερμὲλ ἢ Κάρμηλον ὀνομαζόμενον εἰς δρυμὸν λογισθήσεσθαι. τοῦτο τοίνυν καὶ ἐν τοῖς μετὰ χεῖρας σημαίνει φάσκων ὁ λόγος. κατὰ τὸν Σύμμαχον· καὶ ἔσται ἡ ἔρημος εἰς Κάρμηλον· ὡς γὰρ ἐκεῖ ὁ Λίβανος εἰς Κάρμηλον ἐλέγετο μεταβαλεῖσθαι, οὕτως ἐνταῦθα ἡ ἔρημος, ἵν' ᾖ ταῦτα ἡ ἔρημος καὶ ὁ Λίβανος οὕτω δηλουμένης τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ἥτις μεταβέβληται εἰς Κάρμηλον. ὥσπερ γὰρ ἦν πάλαι πρότερον «μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ», ὅ τε Κάρμηλος ἦν ἐπίγνωσιν ἔχων περὶ ταύτης, οὕτως ὁ Λίβανος καὶ ἡ πάλαι ἔρημος ἐπὶ τὸ κρεῖττον μεταβαλοῦσα γέγονε «μερὶς τοῦ θεοῦ». ὡς αὖ πάλιν ὁ Κάρμηλος εἰς δρυμὸν ἐλογίσθη, δρυμὸς δέ ἐστι χωρίον φυτῶν ἀγρίων καὶ ἀκάρπων πλήρης. διὸ σύνηθές ἐστι τῇ θείᾳ γραφῇ «τὰ ἔθνη τὰ τὸν θεὸν οὐκ εἰδότα» δρυμὸν ὀνομάζειν ὡς πολλάκις ἀπεδείξαμεν. Εἶθ' ἑξῆς ὡς ἂν ἤδη μεγάλων ἀγαθῶν ἠξιωμένη τῇ ἐρήμῳ ἐπαγγέλλεται τὰ ἐπιφερόμενα λέγων· καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει· ποίῳ δὲ Καρμήλῳ ἢ αὐτῇ τῇ ἐρήμῳ, περὶ ἧς ἐλέγετο· καὶ ἔσται ἡ ἔρημος εἰς Κάρμηλον. κρίμα τοίνυν καὶ δικαιοσύνην