144
ἐφ' ἱματίῳ οὕτως ἡττηθήσονται. 2.4 Μακαρίσας ὁ προφητικὸς λόγος τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν «Ἰουδαίοις ἅμα καὶ Ἕλλησι» τὰ οὐράνια καὶ εὐαγγελικὰ σπέρματα «κατασπείραντας», ταλανίσας δὲ τοὺς «ἀθετήσαντας» καὶ ὥσπερ ἀναθεματίσας αὐτοὺς ἐξ αὐτῶν προσώπου τῶν ἀποστόλων εὐχὴν ἀναπέμπει τὴν λέγουσαν· κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· τῶν μὲν γὰρ ἀπειθησάντων τῷ εὐαγγελικῷ κηρύγματι τὸ σπέρμα παρεδόθη ἀπωλείᾳ, ἡμῶν δὲ σωτηρία σὺ αὐτὸς τυγχάνεις, ὦ κύριε, παριστάμενος ἡμῖν ἐν καιρῷ θλίψεως. Εἶτα περὶ τῶν ἀπιστησάντων τῷ ἀποστολικῷ κηρύγματι ἐπιλέγει· διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ καὶ διεσκορπίσθησαν ἔθνη, κατὰ δὲ τὸν Ἀκύλαν· ἀπὸ φωνῆς ὄχλου, καὶ κατὰ τὸν Θεοδοτίωνα· ἀπὸ φωνῆς πλήθους ἀνεχώρησαν λαοί. σημαίνει δὲ τὴν πολιορκίαν τοῦ Ἰουδαίων ἔθνους καὶ ὡς πολυπληθείας πολεμίων ἐπελθούσης αὐτοῖς ἐξέστησαν τῆς ἑαυτῶν γῆς καὶ διεσκορπίσθησαν εἰς τὰ ἔθνη. ἀντὶ δὲ τοῦ· ἀπὸ τοῦ φόβου σου, ὁ Σύμμαχος ἀπὸ τοῦ ὑψωθῆναί σε διεσπάρησαν εἴρηκεν, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων· ἀπὸ ὑψώσεώς σου διεσκορπίσθησαν. εἶτα ὡς πρὸς αὐτοὺς διασκορπισθέντας εἰς τὰ ἔθνη ἐπιλέγει· νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν, τὸ εὐχείρωτον καὶ εὐάλωτον τοῦ Ἰουδαίων ἔθνους παριστάς, τό τε πλῆθος αὐτῶν ἀκρίσι παραβάλλων. ἀλλὰ καὶ ἐμπαίξουσιν ὑμῖν πρὸς αὐτοὺς λεγόμενον σημαίνει ὡς οἱ πολέμιοι ἀντὶ παιγνίας αὐτοὺς ἕξουσιν οὐ μόνον τὰ σκῦλα αὐτῶν διαρπάσαντες μικροῦ καὶ μεγάλου, ἀλλὰ καὶ αὐτοῖς ἐμπαίξοντες. Ταῦτα περὶ τούτων εἰπὼν μεταβαίνει ἐπὶ τὸ τάγμα τῆς τοῦ θεοῦ ἐκκλησίας, ἐφ' ᾧ καὶ δοξάζει τὸν θεὸν λέγων· ἅγιος ὁ θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς, ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης. νοήσεις δὲ τὴν Σιὼν ἀπὸ τοῦ λέγεσθαι κρίσεως καὶ δικαιοσύνης πεπληρῶσθαι αὐτήν. ἐν δὲ τοῖς ἀνωτέρω ἐλέγετο· «καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα καὶ δικαιοσύνη». τὴν ἀνωτέρω τοίνυν ἔρημον ὠνομασμένην νῦν Σιὼν ἀποκαλεῖ, οὕτω τὴν ἐκκλησίαν τοῦ Χριστοῦ σημαίνων· αὕτη γὰρ ἦν ἡ πάλαι «ἔρημος, ἐν ᾗ ἀνεπαύσατο κρίμα καὶ δικαιοσύνη». διὸ εὐλογεῖται νῦν ὁ θεός, ὅτι ἐνεπλήσθη κρίσεως καὶ δικαιοσύνης. Εἶτά φησιν· ἐν νόμῳ παραδοθήσονται· νόμῳ γὰρ καινῷ, δηλαδὴ τῷ εὐαγγελικῷ οἱ ἐν τῇ καινῇ ταύτῃ Σιὼν παρεδόθησαν. ἀλλὰ καὶ ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν· ποίοις δὲ θησαυροῖς ἢ «τοῖς ἀποκειμένοις ἐν οὐρανῷ»; ἀντὶ δὲ τοῦ· ἐν νόμῳ παραδοθήσονται, ὁ Σύμμαχος· καὶ ἔσται φησὶν ἡ πίστις τοῦ καιροῦ σου πλοῦτος σωτηρίας, σοφία καὶ γνῶσις, φόβος κυρίου, αὐτὸς ὁ θησαυρὸς αὐτοῦ. ἀνθ' οὗ οἱ Ἑβδομήκοντα πεποιήκασιν· ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν θεόν· πάντα γὰρ ταῦτα ἐξ ἀνθρώπων ὥσπερ τις θυσία λογικὴ καὶ εὐπρόσδεκτος ἀναφέρεται πρὸς τὸν θεόν, καὶ ταῦτα αὐτὰ ἡ ἐν ἀνθρώποις σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια θησαυροί εἰσι δικαιοσύνης. διὸ ἐλέγετο· ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν. Μετὰ ταῦτα εἰς αὐτῶν πρόσωπον τῶν ἀποστόλων λέγεται· ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται· οὓς ἐφοβεῖσθε, βοήσονται ἀφ' ὑμῶν· ἐπιπεσεῖται γὰρ ἐπὶ τοὺς ἀπίστους ὁ ὑμέτερος φόβος, καὶ βοήσουσιν ἡττώμενοι οἱ πάλαι ὑμῖν νομιζόμενοι φοβεροί. κατὰ δὲ τὸν Σύμμαχον· ἰδοὺ ὀφθήσομαι αὐτοῖς, ἔκραξαν ἐκτενῶς· τίνες δὲ ἔκραξαν ἐκτενῶς, ἐπιλέγει ἑξῆς· ἄγγελοι εἰρήνης πικρῶς ἔκλαυσαν, καὶ κατὰ τὸν Ἀκύλαν· ἰδού φησιν ὁραθήσομαι αὐτοῖς, βοήσω ἐκτενῶς, ἄγγελοι εἰρήνης πικρῶς κλαύσονται, καὶ κατὰ τὸν Θεοδοτίωνα· ἰδοὺ ὀφθήσομαι αὐτοῖς, ἐβόησαν ἐκτενῶς, ἄγγελοι εἰρήνης πικρῶς κλαύσονται. κατὰ πάντας τοίνυν τό· ἰδοὺ ὀφθήσομαι αὐτοῖς, σαφῶς εἴρηται τοῦ λόγου παριστῶντος τὸν θεὸν ὀφθήσεσθαι αὐτοῖς· τίσι δὲ αὐτοῖς ἢ τοῖς θησαυρίσασιν ἑαυτοῖς τοὺς τῆς δικαιοσύνης καὶ τῆς σοφίας θησαυρούς; τούτοις φησὶν ὀφθήσομαι· ἦσαν δὲ οὗτοι οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, οἷς ἐγὼ μὲν