145
«ὤφθην». οἱ δὲ ἔκραξαν ἐκτενῶς ἄγγελοι εἰρήνης, διὸ καὶ πικρῶς ἔκλαυσαν βοῶντες ἐν εὐχαῖς ἐκτενῶς ὑπὲρ τῆς ἀπωλείας τοῦ προτέρου λαοῦ· ἦσαν γὰρ οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν ἄγγελοι πικρῶς κλαίοντες καὶ πενθοῦντες διὰ τὸ μὴ πείθεσθαι μηδὲ πιστεύειν αὐτοῖς τοὺς δι' αὐτῶν κεκλημένους ἐπὶ τὴν τοῦ Χριστοῦ εἰρήνην. διὸ καὶ αὐτὸς ὁ σωτὴρ ἀποκλαυσάμενος τὴν Ἰερουσαλὴμ ἔλεγεν· «εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς εἰρήνην σου»· οὕτω τοίνυν καὶ ἄγγελοι τῆς εἰρήνης πικρῶς ἔκλαυσαν ἀποδυρόμενοι αὐτῶν τὴν ἀπώλειαν. ∆ιὸ ἐπιλέγει· ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσεσθε αὐτοὺς ἀνθρώπους. ἃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· ἠφανίσθησαν ὁδοί· ἐπαύσατο ὁ διοδεύων τρίβον, διεσκόρπισε διαθήκην, ἀπώσατο πόλεις, οὐκ ἐλογίσατο ἀνθρώπους. τὸ δέ· πέπαυται ὁ φόβος τῶν ἐθνῶν οὔτε ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει οὔτε ἐν τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται. ἀλλ' ὅτι ἐπαύσαντο αἱ ὁδοὶ τοῦ ἐκ περιτομῆς λαοῦ καὶ ὅτι ἡ πρὸς αὐτοὺς διαθήκη αἴρεται ἡ διὰ Μωσέως αὐτοῖς παραδοθεῖσα καὶ ὅτι οὐδεὶς οὐκέτι αὐτοὺς εἰς ἀνθρώπους λογιεῖται. Εἶτα μετ' αὐτὰ ἐπιλέγει· ἐπένθησεν ἡ γῆ, ἀκολούθως διὰ τὰ περὶ αὐτῆς εἰρημένα ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών· φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Χερμέλ, κατὰ δὲ τὸν Σύμμαχον· ἔκλαυσεν, ἠσθένησεν ἡ γῆ, κατῃσχύνθη ὁ Λίβανος, ἀχρεῖος ἐγένετο ὁ Σαρὼν ὡσεὶ ἄβατος καὶ ἐξέτειναν ὁ Βασὰν καὶ ὁ Κάρμηλος. ταῦτα πάντα τῆς Ἰουδαίας χώρας μέρη τυγχάνει, ὁ Κάρμηλος λέγω καὶ ἡ καλουμένη Βασὰν καὶ ἡ Γαλιλαία καὶ ὁ Σαρὼν καὶ ὁ Λίβανος δὲ ἐν τοῖς προκειμένοις μεταξὺ τοῦ Σαρὼν καὶ τοῦ Βασὰν καὶ τοῦ Καρμήλου καὶ τῆς Γαλιλαίας παρεμβεβλημένος ἰδίως ἐπὶ τοῦ παρόντος νοεῖται ἐπὶ τῆς Ἰερουσαλὴμ διὰ τὴν θυσίαν τὴν ἐν αὐτῇ ἀναπεμπομένην, ἐν ᾗ καὶ λίβανος προσεφέρετο κατὰ τὸν Μωϋσέως νόμον. καὶ δὴ κατῃσχύνθαι φησὶ τὸν Λίβανον ὡσεὶ σαφέστερον ἔλεγε τὴν θυσίαν καὶ τὸ θυσιαστήριον διὰ τὴν καθαίρεσιν τῆς κατὰ τὸν Μωϋσέως νόμον λατρείας. καὶ ἐν ἑτέροις δὲ ἡ Ἰερουσαλὴμ Λίβανος ὠνομάσθη, ὡς ἐν τῷ Ζαχαρίᾳ εἴρηται· «διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου». καὶ ὁ Ἰεζεκιὴλ δέ φησιν· «ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου». εἶτα ἑρμηνεύων τὴν τοῦ λόγου διάνοιαν ἐπιλέγει, ὅταν ἔλθῃ ὁ Ναβουχοδονόσορ εἰς Ἰερουσαλὴμ δηλαυγῶς τὸν μὲν ἀετὸν διασαφῶν εἶναι τὸν τῶν Βαβυλωνίων βασιλέα, τὸν δὲ Λίβανον τὴν Ἰερουσαλήμ. ἀλλὰ καὶ ἡ χώρα φησὶν ἡ καλουμένη Σαρὼν ἢ Ἀσσαρὼν ἕλη φησὶν ἐγένετο ἢ ἀχρεῖος, δι' οὗ σημαίνει τὰ πιότατα χωρία τοῦ Ἰουδαίων ἔθνους, δηλαδὴ τὰ ἐν ταῖς ψυχαῖς αὐτῶν νοούμενα ἀφανισθήσεσθαι. τὸ δέ· φανερὰ ἔσται ἡ Γαλιλαία, εἴρηται διὰ τὰ περὶ αὐτῆς ἐν τοῖς ἔμπροσθεν προφητευθέντα κατὰ τὸ «Γαλιλαία τῶν ἐθνῶν»· «ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς»· διὰ ταῦτα γὰρ φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Χερμὲλ δὲ ὁμοίως φανερὸς ἔσται φησίν. ποῖος δὲ οὗτος ἢ περὶ οὗ ἐλέγετο ἀνωτέρω· «καὶ ἔσται ἡ ἔρημος ὡς ὁ Χερμέλ»; αὕτη οὖν «ἡ ἔρημος» γενομένη «ὡς ὁ Χερμὲλ» μετὰ καὶ τῆς Γαλιλαίας φανερὰ ἔσται. Ὁ μὲν οὖν φιλάνθρωπος θεὸς «ἀγγέλους ἀπέστειλεν εἰρήνης» πρὸς τὸν Ἰουδαίων λαὸν «πικρῶς κλαίοντας καὶ παρακαλοῦντας» ἀποδέξασθαι τὴν εὐαγγελιζομένην αὐτοῖς «εἰρήνην». ἐπεὶ δὲ οὐκ ἐδέξαντο αὐτούς, ἐπιφέρει φάσκων· νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι· νῦν ὄψεσθε, νῦν αἰσθηθήσεσθε, τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον παρουσίαν ἐπαγγελλόμενος, καθ' ἣν ὄψονται καὶ αἴσθησιν αὐτοῦ τῆς θεότητος λήψονται. τότε δὲ δοξασθήσεται αὐτὸς καὶ ὑψωθήσεται. καὶ τότε γνώσονται, ὅτι ματαία ἦν ἄρα ἡ ἰσχὺς τοῦ πνεύματος αὐτῶν· πῦρ γὰρ κατέδεται αὐτούς, διὸ εἰς αὐτῶν πρόσωπον εἴρηται·