146
ματαία ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ κατέδεται ὑμᾶς. ἀντὶ δὲ τοῦ· καὶ ἔσονται ἔθνη κατακεκαυμένα, ἡ Ἑβραϊκὴ λέξις καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ καὶ ἔσονται λαοὶ ἐμπεπυρισμένοι εἰρήκασι σαφῶς διαστελλομένου τοῦ λόγου λαοὺς πρὸς οὓς ἦν ὁ λόγος· οὗτοι γάρ φησιν ἔσονται ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ καταπεπατημένη. 2.5 Εἰ καὶ ταῦτα περὶ τῶν μὴ παραδεξαμένων τὴν εὐαγγελισθεῖσαν αὐτοῖς χάριν τοῦ Ἰουδαίων λαοῦ θεσπίζει, ὑμεῖς «ἀκοῇ» τούτων τῶν προφητικῶν λόγων «ἀκούοντες οὐ συνίετε» γινώσκοντες, ὅτι ταῦτα αὐτὰ πρὸς ὑμᾶς Ἑβραϊκῇ φωνῇ λαλούμενά τε καὶ γραφόμενα, ὅσα τε ἄλλα θαυμαστὰ εἰς ὑμᾶς διεπραξάμην, οἱ πόρρωθεν μέχρι καὶ τῶν ἐσχάτων τῆς γῆς οἰκοῦντες καὶ ἅπερ παρ' ὑμῖν ἐλάλησα καὶ ὑμῶν ὁρώντων ἐποίησα, οἱ ἐν τοῖς πέρασι τῆς οἰκουμένης γνώσονται. πῶς δὲ γνώσονται, ἀλλ' ἢ «ἐγγίσαντες τῷ θεῷ» καὶ προσελθόντες αὐτῷ καὶ τὴν ἰσχὺν αὐτοῦ μεμαθηκότες. Οὗτοι δὲ αὐτοὶ εἴσονται, ὅπως ἀπέστησάν μου οἱ ἐν Σιὼν ἄνομοι· οὗ χάριν διὰ τὴν ἀποστασίαν αὐτῶν λήψεται αὐτοὺς τρόμος. εἶτα ὡς πρὸς αὐτοὺς τοὺς ἀπιστήσαντας τοῦ ἐκ περιτομῆς λαοῦ ἑξῆς ἐπιλέγει· τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; περὶ οὗ μικρῷ πρόσθεν ἔλεγεν· «πῦρ κατέδεται ὑμᾶς», καὶ πάλιν· τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; «τὸν ἡτοιμασμένον» δηλονότι «τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». τίς οὖν ἔσται ὁ ταῦτα εἰδὼς καὶ τοῖς μὴ εἰδόσι προμαρτυρόμενος ἢ πᾶς ὁ πορευόμενος ἐν δικαιοσύνῃ καὶ λαλῶν εὐθεῖαν ὁδὸν καὶ πᾶς μισῶν ἀσέβειαν καὶ ἀδικίαν, δωροδοκίαν τε ἀποστρεφόμενος καὶ τὰ ὦτα φράττων τοῦ μὴ ἀκοῦσαι κρίσιν αἵματος, καμμύων τε τοὺς ὀφθαλμοὺς τοῦ μὴ θεωρεῖν ἄδικον πρᾶξιν; τοιοῦτος δὲ ἦν ἕκαστος τῶν προφητῶν τοῦ θεοῦ καὶ πᾶς θεοφιλὴς ἀνήρ, ὅ τε χορὸς τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν. πᾶς τοίνυν ὁ τοιοῦτος ἀπαγγελεῖ ὑμῖν φησι διότι πῦρ καίεται τοῖς ἀσεβέσιν «ἡτοιμασμένον». ὁ δ' αὐτὸς καὶ τὸν τόπον τῆς αἰωνίου κατακρίσεως δηλώσει ὑμῖν προμαρτυρόμενος φυλάττεσθαι μὴ περιπεσεῖν εἰς αὐτόν. Αὐτὸς δὲ οὗτος ὁ μακρὰν τοῦ πυρὸς γεγονὼς καὶ τοῦ προλεχθέντος αἰωνίου τόπου οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ καὶ ἐπὶ πέτρας ἰσχυρᾶς, κατὰ δὲ τὸν Σύμμαχον· αὐτὸς ἐν ὑψηλοῖς κατασκηνώσει ὡς περιοχαὶ πετρῶν τὸ ὕψος αὐτοῦ, ὡς νοεῖν ἡμᾶς διὰ τούτων τὴν τῶν μακαρίων ἄσκησιν καὶ τὸν ἐν ἀκρότητι φιλοσοφίας βίον αὐτῶν. διὸ ἐπιλέγει· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν· ὁ δὲ τοιοῦτος ἄρτῳ καὶ ὕδατι τὴν παροῦσαν ζωὴν ἀσκηθεὶς γέρας ἕξει καὶ καρπὸν τῆς ἀσκήσεως τὴν ἔνδοξον τοῦ βασιλέως θέαν. ∆ιὸ ἐπιλέγεται· βασιλέα μετὰ δόξης ὄψεσθε· ποῖον δὲ βασιλέα ἢ δι' ὃν πάντα ταῦτα ἡ παροῦσα ὑπόθεσις κατέλεξεν ἀρξαμένη ἀπὸ τοῦ· «ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν». τοῦτον οὖν αὐτὸν ὄψονται ἐν δόξῃ οἱ τοιοῦτοι, ὁποίους διέγραψεν ὁ λόγος, ἀλλ' ἐκεῖνοι μὲν τούτων τεύξονται, ὑμῶν δέ, πρὸς οὓς ἐλέγετο· «τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται»; ἡ ψυχὴ πόρρωθεν ὄψεται «τὴν γῆν τῆς ἐπαγγελίας» τὴν ἐπουράνιον οὐκ ἐσομένων ὑμῶν ἐν αὐτῇ, ἀλλ' ἀπὸ μακρόθεν αὐτὴν ὁρώντων· «οἱ» γὰρ «πραεῖς κληρονομήσουσιν» ἐκείνην «τὴν γῆν», οἱ δὲ μακρὰν αὐτῆς ἀπορριφέντες φόβῳ τῆς αὐτῶν κατακρίσεως περιπεσοῦνται. ∆ιὸ πρὸς αὐτοὺς ἐπιλέγεται· ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον. εἶτ' ἐπιστρέφεται πάλιν ὁ λόγος πρὸς τὸν ἐκ περιτομῆς λαὸν καί φησι· ποῦ εἰσιν οἱ γραμματικοί, οἱ τὸ γράμμα τοῦ νόμου πρεσβεύσαντες καὶ μηδὲν ἕτερον εἰδότες νοεῖν ἢ τὰς τῆς λέξεως ἐπαγγελίας, οὓς ἐταλάνιζεν ὁ σωτὴρ ἐν Εὐαγγελίοις λέγων· «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί». ποῦ τοίνυν οἱ γραμματικοί φησι, ποῦ οἱ συμβουλεύοντες; ποῦ γὰρ οὗτοι φανήσονται ἐν ἡμέρᾳ τῆς κρίσεως, οἱ κολακείαις ἐκτρέφοντες τοὺς μαθητευομένους αὐτοῖς; διό φησιν· ὁ ἀριθμῶν τοὺς τρεφομένους, μικρὸν καὶ μέγαν λαόν, ᾧ οὐ συνεβουλεύσαντο, κολακείαις δὲ αὐτοὺς τρέφοντες διέστρεφον. κατὰ δὲ