1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

147

τὸν Σύμμαχον· ὁ ἀριθμῶν φησι τοὺς ἐκτεθραμμένους, τὸν λαὸν τὸν ἀναιδῆ. οὐκ ὄψει λαὸν βαρὺν χείλεσιν, ὥστε μὴ ἀκοῦσαι διάλεκτον γλώσσης· τὸν μὲν οὖν ἀναιδῆ λαόν φησι διαστρέφεις τρέφων κολακείᾳ καὶ ἀπάτῃ, ὦ σὺ γραμματεῦ τοῦ νόμου. οὐχ ὁρᾷς δὲ ὄψει τὸν ἐμὸν λαὸν τὸν βαρὺν τοῖς χείλεσιν; ἀλλ' οὐδὲ ἀκούσῃ ἀσύνετος ὢν διαλέκτου γλώσσης, περὶ ἧς ἀνωτέρω ἐλέγετο· «καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην». ἀλλὰ σὺ ταύτας τὰς γλώσσας οὐκ ἀκούσεις οὐδὲ τὸν βαθύφωνον λαὸν νοήσεις· πῶς γὰρ καὶ οἷόν τε ἦν αὐτοὺς ταῦτα νοεῖν ἀσυνέτους ὄντας ὥστε λέγεσθαι περὶ αὐτῶν· λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις. 2.6 Ἀντὶ τοῦ· ἰδοὺ Σιὼν ἡ πόλις ὁ μὲν Ἀκύλας ὡραματίσθη Σιὼν πολίχνη, ὁ δὲ Σύμμαχος καὶ ὁ Θεοδοτίων ἴδε Σιὼν τὴν πόλιν τῶν ἁγίων ἡμῶν εἰρήκασι, τοῦ λόγου προσφωνοῦντος τῇ Σιὼν καὶ παρακελευομένου αὐτῇ θεάσασθαι τὴν πόλιν τὴν καλουμένην τὸ σωτήριον ἡμῶν ἢ θεάσασθαι τὴν πόλιν τῶν ἁγίων ἡμῶν. καὶ πάλιν ἑξῆς· οἱ ὀφθαλμοί σου ὄψονται Ἰερουσαλήμ, ὡς μελλούσης τῆς Ἰερουσαλὴμ γινώσκεσθαι καὶ ὡς οἱ ὀφθαλμοί σου ὄψονται ἑτέραν πόλιν τὴν τῶν ἑορτῶν. σημαίνει δὲ διὰ τούτων ὁ λόγος σωτήριον μὲν τὸν Χριστὸν τοῦ θεοῦ, πόλιν δὲ ἑορτῶν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἥτις ἐστὶ πόλις πλουσία, καὶ σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν· τῆς μὲν γὰρ Ἰουδαϊκῆς Ἰερουσαλὴμ πολλάκις ἐσείσθησαν αἱ σκηναὶ πολιορκηθείσης διαφόρως καὶ εἰς ἔδαφος κατενεχθείσης ὑπὸ τῶν κατὰ χρόνους πολεμησάντων αὐτήν, τῆς δὲ καινῆς ταύτης πόλεως ἀκινήτους φησὶν ἔσεσθαι τοὺς πασσάλους. κἂν γὰρ νομίζηταί ποτε ἐν διωγμοῖς ἐλαύνεσθαι καὶ πολιορκεῖσθαι, ἀλλ' «ἐπὶ τὴν πέτραν» ἑστῶσα μένει δι' αἰῶνος ἄπτωτος· «ἀψευδὴς» γὰρ ἦν ὁ εἰπών· «ἐπὶ τὴν πέτραν ταύτην οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς», καὶ πάλιν· «κατέβησαν οἱ ὑετοί, ἦλθον οἱ ποταμοί, ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέρρηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν». διὰ τοῦτο τὰ σχοινία αὐτῆς φησιν οὐ μὴ διαρραγῶσι. Καὶ τὸ αἴτιον ἐπιλέγει φάσκων· ὅτι τὸ ὄνομα κυρίου μέγα ἐστὶν ἡμῖν· τόπος ἡμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι. αὐτὸ τὸ ὄνομά φησι κυρίου τόπος ἔσται ταύτῃ τῇ καινῇ πόλει τῇ ἀσείστῳ καὶ ἀπτώτῳ· διόπερ ὡς ἂν ἐπὶ τὸν κύριον τόπον ὄντα αὐτῆς ᾠκοδομημένη ἄσειστος μένει. κατὰ δὲ τὸν Σύμμαχον· ἐκεῖ φησι κραταιὸς ἡμῖν κύριος τόπος ποταμῶν, διώρυγες εὐρύχωροι, ὅπου μὴ πορευθῇ πλοῖον κωπηλάτου οὐδὲ ἐντολὴ κραταιοῦ διαπεράσει αὐτό, καὶ κατὰ τὸν Ἀκύλαν· ἐκεῖ φησιν ὑπερμεγέθης κύριος ἡμῖν τόπος ποταμῶν, ῥεῖθρα πλατέα χερσίν, οὐ μὴ πορευθῇ ἐν αὐτῷ ναῦς κώπης καὶ τριήρης ὑπερμεγέθης οὐ διαβήσεται αὐτό. τὰ παραπλήσια δὲ καὶ ὁ Θεοδοτίων ἐξέδωκεν. δι' ὧν ὁ λόγος τῆς προλεχθείσης πόλεως τὸν κύριόν φησιν ἔσεσθαι τόπον ποταμῶν ῥεῖθρα ἐχόντων καὶ διώρυγας πλατεῖς ὥστε λέγειν· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ», καὶ πάλιν· «ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων». οὕτω δὲ ἐν ἀσφαλεῖ τυγχάνουσιν «οἱ ποταμοὶ» οὗτοι «οἱ τὴν πόλιν τοῦ θεοῦ εὐφραίνοντες» ὡς μὴ δύνασθαι δι' αὐτῶν πορεύεσθαι πλοῖον κωπηλάτου μηδὲ τριήρη ὑπερμεγέθη διὰ τὸ αὐτὸν τὸν κύριον εἶναι τὸν τόπον αὐτῶν. ὅθεν ἐχθροῖς καὶ πολεμίοις ἀνεπίβατοι τυγχάνουσιν οἱ ποταμοὶ οἱ τὴν προλεχθεῖσαν τοῦ θεοῦ πόλιν ἀντὶ περιβόλου κυκλοῦντες καὶ περιτειχίζοντες ὡς πᾶσιν ἀλλοτρίοις ἀδιαβάτους εἶναι· ἐπειδὴ ὁ κύριος τόπος ὢν αὐτῆς μέγας ἐστίν· αὐτὸς γὰρ ἦν ἡ πέτρα, ἐφ' ἣν ᾠκοδομήθη. ὁ αὐτὸς δέ φησι καὶ κριτὴς ἡμῶν ἐστιν, αὐτὸς καὶ ἄρχων ἡμῶν ἐστιν, αὐτὸς καὶ βασιλεὺς καὶ σωτὴρ ἡμῶν. πάντα ταῦτα τοῦ κυρίου ὄντος ἡμῖν εἰκότως ἀπολιόρκητος τυγχάνει ἡ πόλις, καὶ οἱ ποταμοὶ οἱ κυκλοῦντες αὐτὴν ἐχθροῖς ἅπασιν