148
ἀδιάβατοι τυγχάνουσι· νοήσομεν δὲ τοὺς ποταμοὺς τοὺς περιφράττοντας τὴν εἰρημένην πόλιν ἀπὸ τοῦ πρώτου καὶ μεγάλου τελείου ποταμοῦ, οὗ «τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ», λόγος τυγχάνει ἀναλόγως. καὶ «οἱ ἄγγελοι αὐτοῦ οἱ διὰ παντὸς βλέποντες τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς» εἶεν ἂν οἱ ποταμοὶ οἱ τὴν ἐκκλησίαν αὐτοῦ φρουροῦντες, ἀλλὰ γὰρ τοσαῦτα εἰπὼν ὁ λόγος περὶ τῆς τοῦ θεοῦ πόλεως μεταβαλὼν ὡς πρὸς τὴν παλαιὰν ἀποτείνεται. Καί φησιν· ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὁ ἱστός σου ἔκλινε τοῦ χαλάσαι τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδῶ εἰς προνομήν. σημαίνει δὲ διὰ τούτων τὴν πτῶσιν τῆς σωματικῆς Ἰερουσαλήμ, ἧς ἐρράγη τὰ σχοινία καὶ ὁ ἱστὸς δὲ αὐτῆς ὡσπερεί τινος νηὸς ἐν χειμῶσι καὶ κλύδωσι διαπεσούσης ἐκλίθη πίπτων διασπασθέντων τῶν διακρατούντων αὐτὸν σχοινίων, κατὰ δὲ τὸν Σύμμαχον· ἐξερρίφη τὰ σχοινία σοῦ φησιν ὥστε μὴ κρατεῖν· οὕτως ὁ ἱστὸς αὐτῶν ὥστε μὴ ἁπλῶσαι ἱστίον. τότε διένειμεν ἕως σκύλων πολλῶν· ὡς γὰρ διαπεσόντος πλοίου καὶ ναυάγιον πεπονθότος ἐν ναυμαχίᾳ πολεμίων οἱ κεκρατηκότες διαρπάζουσιν ἑαυτοῖς τὰ τῶν ἀπολωλότων σκῦλα καὶ προνομὴν ποιοῦνται πάντων. οὕτω φησὶ διαπεσούσης τῆς Ἰερουσαλὴμ καὶ παραδοθείσης τοῖς πολεμίοις τὰ ἐν αὐτῇ πάντα τίμια καὶ σεμνὰ καὶ ἱερατικὰ σκεύη εἰς προνομὴν διεδόθη τοῦ θεοῦ παραδεδωκότος αὐτήν· οὐ γὰρ ἰδίᾳ δυνάμει τοσοῦτον ἴσχυον οἱ πολέμιοι ὡς κρατῆσαι αὐτῆς. αὐτίκα γοῦν χωλοί τινες ἦσαν οἱ τὴν προνομὴν πεποιημένοι, σκάζοντες καὶ χωλεύοντες τὰς τῆς ψυχῆς βάσεις ὡς μὴ βαδίζειν τὴν ὁδὸν τῆς θεοσεβείας· εἰδωλολάτραι γοῦν ἦσαν οὗτοι οἱ ἀκοπιάστως καὶ ἀπονητὶ ἑλόντες τὴν ναυάγιον πεπονθυῖαν πόλιν. διὸ εἴρηται· νῦν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι καὶ οὐ μὴ εἴπωσι Κοπιῶ ὁ λαὸς ὁ οἰκῶν ἐν αὐτοῖς· ἀφείθη γὰρ αὐτοῖς ἡ ἁμαρτία· οὐ γὰρ λελόγισται αὐτοῖς ἁμαρτία πολιορκήσασι πόλιν διὰ τὸ θεοῦ κρίσει τοῦτο πεποιηκέναι. 2.7 Καὶ διὰ τῶν ἔμπροσθεν εἴ που τῆς Ἰερουσαλὴμ πολιορκίαν ὁ λόγος ἐθέσπιζεν, ἑξῆς ἐπῆγε τὴν κατὰ πάντων τῶν ἐθνῶν κρίσιν, ὡς γὰρ εἴρηται ἐν ἑτέροις· «ἀπὸ τῶν ἁγίων μου ἄρξασθε». οὕτω καὶ ἐπὶ τοῦ παρόντος τὴν προνομὴν τῆς Ἰερουσαλὴμ καὶ τὴν πτῶσιν αὐτῆς προειπὼν τὴν κατὰ πάντων τῶν ἐθνῶν συνάπτει κρίσιν· οὐ γὰρ δήπου ταῦτα μὲν τῇ Ἰερουσαλὴμ ὁ λόγος ἠπείλει, οὐχὶ δὲ καὶ τοῖς λοιποῖς ἔθνεσι τοῖς ἐναπομείνασι ταῖς ἑαυτῶν ἀθεμίτοις καὶ ἀσεβέσι πράξεσι. διὸ δὴ ἀνακαλεῖται ὁ λόγος τὰ ἔθνη αὐτοῖς ἄρχουσι καὶ τοῖς λαοῖς, σύμπασάν τε τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ πάντας καὶ αὖ πάλιν ἰδίως τὴν οἰκουμένην γῆς νοουμένης, ὡς ἂν εἴποι τις τοῦ παντὸς τῆς ξηρᾶς στοιχείου καὶ τῶν ἐν αὐτῷ κατὰ τὰς ἐρήμους καὶ τοὺς ἀγνώστους τοῖς πολλοῖς τόπους οἰκούντων ἀνημέρων τινῶν καὶ ἀπηγριωμένων ἀνθρώπων, τῆς δὲ οἰκουμένης τῆς τῶν ἡμετέρων ἐθνῶν ἐν πόλεσι καὶ οἰκοδομήμασι τὰς οἰκήσεις ποιουμένων· διὸ καὶ λαὸν ἐπὶ τῆς οἰκουμένης ὀνομάζει. Εἶτα τοῖς πᾶσιν ὁμοῦ κήρυγμα ἐμφέρεται μαρτυρόμενον τὴν περιμένουσαν ἅπαντας καθολικὴν τοῦ θεοῦ κρίσιν, ἣν παριστάς φησι· διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, ἢ κατὰ τὸν Σύμμαχον· ἐπὶ πᾶσαν τὴν δύναμιν αὐτῶν, κατὰ δὲ τὸν Ἀκύλαν· ἐπὶ πᾶσαν τὴν στρατιὰν αὐτῶν, τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν. τίσι δὲ παραδοῦναι αὐτοὺς ἢ ταῖς κολαστικαῖς ἢ τιμωρητικαῖς δυνάμεσι; Τούτων δὲ τῶν κολαζομένων οἱ μὲν τραυματίαι ἔσονται, οἱ δὲ νεκροί, δηλαδὴ οἱ τὰ «πρὸς θάνατον ἡμαρτηκότες», ὧν αἱ πράξεις αἱ κατὰ τὸν θνητὸν βίον συντελεσθεῖσαι κατὰ τὸν τῆς κρίσεως καιρὸν δυσωδίας ἀποπνέουσι. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ ἀναβήσεται αὐτῶν ἡ δυσωδία, ἀντὶ δὲ τοῦ· βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν, κατὰ τὸν Θεοδοτίωνα ἐκτακήσονται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν εἴρηται. τίνα δὲ ταῦτα, ἐπιλέγει ἑξῆς ὁ μὲν Ἀκύλας· καὶ τακήσονται πᾶσα