149
στρατιὰ τῶν οὐρανῶν, κατὰ δὲ τὸν Σύμμαχον· καὶ τακήσεται πᾶσα δύναμις τῶν οὐρανῶν, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν. ταῦτα τοίνυν ἐτύγχανε τὰ ὄρη, περὶ ὧν εἴρηται τό· καὶ τακήσονται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν ὄρη νοούμεναι τακήσεσθαι λέγονται ὡς αἴτιαι γενόμεναι τῆς ἀπωλείας τῶν εἰρημένων. εἶεν δ' ἂν αὗται, περὶ ὧν φησιν ὁ Ἀπόστολος· «οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις»· αὗται γὰρ αἱ δυνάμεις αἱ τὸν ἀέριον χῶρον διατρέχουσαι δυνάμεις οὐρανῶν εἴρηνται· ἐπεὶ καὶ τὰ δι' ἀέρος φερόμενα «πετηνὰ οὐρανοῦ» καλεῖν εἴωθεν ἡ γραφὴ λέγουσα· «τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης». μὴ κείμενον δὲ ἐν τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ τό· καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, μετὰ ἀστερίσκων ἐκ τῆς τῶν λοιπῶν ἑρμηνείας προσετέθη. ἐπεὶ δὲ ἐχρῆν ἡμᾶς γνῶναι, πότε ταῦτα ἔσται, καὶ τοῦτο διδάσκει ὁ προφητικὸς λόγος παριστὰς ὡς μετὰ «τὴν συντέλειαν τοῦ αἰῶνος τούτου» γενήσεται τὰ προλεχθέντα. διὸ καὶ ἐπιφέρει· καὶ εἱλιγήσεται ὡς βιβλίον ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς Εὐαγγελίοις τὰ περὶ τῆς συντελείας παραδιδοὺς ἔλεγεν· «καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ». ἀντὶ δὲ τοῦ· καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα, ὁ μὲν Ἀκύλας· καὶ πᾶσα στρατιὰ αὐτῶν ἀπορρεύσει ὡς ἀπορρεῖ φύλλον ἀπὸ ἀμπέλου καὶ ὡς ἀπόπτωμα ἀπὸ συκῆς, κατὰ δὲ τὸν Σύμμαχον· καὶ πᾶσα ἡ δύναμις αὐτῶν πεσεῖται ὡς πίπτει φύλλον ἀπὸ ἀμπέλου καὶ ὡς ἀπόπτωμα ἀπὸ συκῆς, ὁμοίως δὲ καὶ ὁ Θεοδοτίων· καὶ πᾶσα δύναμις αὐτῶν πεσεῖται ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου καὶ ὡς πτῶμα ἀπὸ συκῆς. τετήρηται δὲ ταῦτα ἡμῖν εἰς τὸ δεῖξαι, ὅτι τὰ παρὰ τοῖς Ἑβδομήκοντα εἰρημένα ἄστρα παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς δυνάμεις τοῦ οὐρανοῦ ὠνομάσθησαν. ποῖαι δὲ δυνάμεις ἢ περὶ ὧν ἀρτίως ἐλέγετο; κατὰ μὲν τὸν Ἀκύλαν· καὶ τακήσονται πᾶσα στρατιὰ τῶν οὐρανῶν, κατὰ δὲ τὸν Σύμμαχον· καὶ τακήσεται πᾶσα ἡ δύναμις τοῦ οὐρανοῦ, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν· αὗται τοίνυν ἐκεῖναι αἱ δυνάμεις, ἃς ἀποδεδώκαμεν εἶναι «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας τὰ ἐν τοῖς ἐπουρανίοις». ταῦτα αὐτὰ ὡς φύλλα ἐξ ἀμπέλου πεσεῖσθαι εἴρηται κατὰ τὸν τῆς κρίσεως καιρόν, καθ' ὃν εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον. ἐπιτηρῆσαι δὲ ἄξιον ἐνταῦθα γενομένους τοῦ λόγου ὡς οὐ φθορὰν οὐδὲ ἀπώλειαν καὶ ἀφανισμὸν ἔσεσθαι τοῦ οὐρανοῦ σημαίνει ὁ λόγος, ἀλλ' «ὡς ἂν εἱλισσομένης βίβλου» φανεροῦται τὰ ἐγγεγραμμένα, οὐ μὴν φθείρεται «ἡ βίβλος» τὸν αὐτὸν τρόπον «ἀνελιττομένης» τῆς ἐν τῷ οὐρανῷ γραφῆς περιεχούσης τὰς τοῦ σύμπαντος αἰῶνος πράξεις, αἱ ἀντικείμεναι δυνάμεις ἀπορρέουσι τῆς κατὰ τὸν ἀέρα διατριβῆς ἀποπεσοῦσαι. καὶ ὁ ∆ανιὴλ δὲ τὰ περὶ τῆς κρίσεως διδάσκων ἔφασκεν· «κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν». ποῖαι δὲ βίβλοι; ἢ πάντως που αἱ πάσας τὰς πράξεις τῶν ἐν παντὶ τῷ αἰῶνι πολιτευσαμένων ἐγγεγραμμένας περιέχουσαι, ἃς οὐκ ἂν ἁμάρτοις εἶναι λέγων τὸν λεγόμενον ἐνταῦθα βιβλίου δίκην εἱλιγήσεσθαι οὐρανόν, ἐν ᾧ ὥσπερ ἐν γραφῇ αἱ πάντων περιέχονται πράξεις. τότε δὲ αἱ ἀντικείμεναι δυνάμεις αἱ πάλαι δίκην ἄστρων πολλοὺς ἀπατήσασαι πεσοῦνται, ἐπεὶ «καὶ αὐτὸς ὁ σατανᾶς μετασχηματιζόμενος εἰς ἄγγελον φωτὸς πέπτωκεν ὡς ἀστραπὴ ἐκ τοῦ οὐρανοῦ». Πεσοῦνται δὲ αὗται αἱ δυνάμεις, ἐπειδήπερ ἐμεθύσθη φησὶν ἐν τῷ οὐρανῷ ἡ μάχαιρά μου, μάχαιραν νοούντων ἡμῶν τὴν κολαστικὴν