150
δύναμιν, ᾗ παραδοθήσονται αἱ δεηθεῖσαι τοιαύτης κολάσεως. ἄλλος δ' ἂν εἴποι συντελείας γιγνομένης τοῦ ὁρωμένου παντὸς τὴν τῶν σωμάτων ῥευστὴν οὐσίαν λυθήσεσθαι ὡς καὶ αὐτὸν οὐρανὸν καὶ τοὺς ἐν αὐτῷ ἀστέρας, λέγω δὲ τὰς ἐν αὐτῷ ἀφανεῖς δυνάμεις ἀποδύσεσθαι τὰ περικείμενα αὐτοῖς σώματα ἐπὶ μεταβολῇ ζωῆς κρείττονος, καὶ τοῦτο δηλοῦσθαι ἀπὸ τοῦ φάσκοντος Ἀποστόλου· «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». πρώτας δὲ μετελθοῦσα τὰς ἐν τῷ ἀερίῳ τόπῳ πονηρὰς καὶ ἀντικειμένας δυνάμεις ἡ λεχθεῖσα μάχαιρα τοῦ θεοῦ δευτέρας μετέρχεται τὰς ἐπὶ τῆς γῆς τῶν ἀσεβῶν ψυχάς. διὸ ἐπιλέγει· ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας· τίς δὲ καταβήσεται, ἀλλ' ἢ ἡ μάχαιρα; Ἰδουμαία δὲ ἑρμηνεύεται γεώδης, ἐφ' ἣν ἡ μάχαιρα καταβᾶσα πληροῦται αἵματος καὶ ὥσπερ ἀπὸ στέατος τῶν κατασφαττομένων παχύνεται. τίνες δέ εἰσιν οὗτοι ἀμνοὶ καὶ τράγοι καὶ κριοί φησι· τῶν μὲν ἀμνῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἀρνῶν, σημαινόντων τοὺς τὸν δημώδη καὶ ἰδιωτικὸν μετελθόντας βίον, τῶν δὲ τράγων καὶ κριῶν τοὺς πολλὰ δεδυνημένους «ἐν ἀρχαῖς καὶ ἐξουσίαις», οὓς μετελεύσεται ἡ μάχαιρα τοῦ θεοῦ ὥσπερ θυσίαν ἐργαζομένη διὰ τοῦ κατασφάττειν καὶ θύειν τοὺς προλεχθέντας ἀμνοὺς καὶ τράγους καὶ κριούς. καὶ ταῦτα ποιήσει ἐν τῇ Βοσόρ, ἣ μεταλαμβάνεται εἰς τὴν σάρκα τοῦ λόγου τὴν ἀνάστασιν τῆς σαρκὸς σημαίνοντος ἐν τούτοις. διὸ τὴν τῶν εἰρημένων σφαγὴν ἐν σαρκὶ ἔσεσθαι διδάσκων φησίν· ὅτι θυσία τῷ κυρίῳ ἐν Βοσὸρ καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ· πᾶσαν γὰρ τὴν γεώδη ψυχὴν μετελεύσεται· Ἐδὼμ γὰρ ὁ γήϊνος καὶ Ἰδουμαία γεώδης ἑρμηνεύεται ὡς καὶ ἀλλαχοῦ. διὸ αὐτὸς ὁ προφήτης ἑξῆς προϊὼν περὶ τοῦ σωτῆρος καὶ τῆς ὑπ' αὐτοῦ γενησομένης κρίσεώς φησι· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ»; τὴν γὰρ ἔνσαρκον αὐτοῦ παρουσίαν ἐπὶ τῆς γῆς γενομένην τοῦτον ἐδήλου τὸν τρόπον. Πλὴν ἀλλὰ συμπεσεῖσθαί φησιν ἐν τοῖς προκειμένοις τοὺς ἁδροὺς καὶ τοὺς κριοὺς καὶ τοὺς ταύρους ὡς μεθυσθῆναι τὴν γῆν ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος τῶν σφαττομένων ὑπὸ τῆς μαχαίρας τοῦ θεοῦ. κατὰ δὲ τὸν Σύμμαχον· καὶ καταβήσονταί φησιν ὑψηλοὶ μονοκέρωτες καὶ μόσχοι μετὰ κραταιῶν, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος καὶ ὁ χοῦς αὐτῶν ἀπὸ τοῦ στέατος λιπανθήσεται. οἶμαι δὲ τὸ θεῖον πνεῦμα τοιαύταις κεχρῆσθαι λέξεσιν ἀπειλητικαῖς εἰς τὸ παραστῆσαι τὴν κατὰ τῶν ἀσεβῶν τοῦ θεοῦ ἐκδίκησιν καὶ εἰς τὸ φοβῆσαι τοὺς τούτων ἀκροωμένους τῇ συνήθει καὶ παχυτέρᾳ ἀκοῇ τῷ μὴ δύνασθαι τοὺς πάντας ἄλλως νοεῖν τὰς ἐπαχθησομένας τοῖς ἀσεβέσι τιμωρίας μηδὲ τὸν τρόπον τῆς κολάσεως ἐπινοῆσαι δύνασθαι. διὸ παχυτέροις ῥήμασι καὶ συνηθεστέραις λέξεσι φόβου ποιητικαῖς κέχρηται, ἵνα κἂν οὕτως φοβηθέντες ἐπιστρέψωσιν οἱ τούτων ἀκούοντες. 2.8 Τὴν πολιορκίαν τῆς Ἰερουσαλὴμ αἰνιξάμενος ὁ λόγος διὰ τοῦ εἰπεῖν· «ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν». εἶθ' ἑξῆς περὶ τῶν πολιορκησάντων αὐτὴν ἐθνῶν διαλαλήσας καὶ περὶ τῆς καθ' ὅλου κρίσεως τοῦ θεοῦ τῆς μετελευσομένης τοὺς ἀσεβεῖς πάντας ἐπαναλαμβάνει τὸν περὶ τῆς Σιὼν καὶ τῆς Ἰερουσαλὴμ λόγον διδάσκων, ὅτι ἥξει αὐτῇ ἀνταποδόσεως ἐνιαυτὸς καὶ ἡμέρα κρίσεως. καὶ ἐν τοῖς ἀνωτέρω δὲ ἐλέγετο τό· «Γυναῖκες πλούσιαι, ἀνάστητε», «ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ' ἐλπίδος». τίς οὖν ἦν οὗτος ὁ ἐνιαυτός, ἐφ' ᾧ κόπτεσθαι «μετ' ὀδύνης» προστάττει, ἡ παροῦσα προφητεία παρίστησι λέγουσα τὰ προκείμενα. τούτοις δὲ παραθεῖναι ἀναγκαῖον τοῦ αὐτοῦ προφήτου τὸν ἐκ προσώπου τοῦ Χριστοῦ ἐν τοῖς ἑξῆς φάσκοντα λόγον· «Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι