151
αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν». ὁρᾷς ὅπως καὶ ἐν τούτοις ἐνιαυτὸς κυρίου εἴρηται καὶ ἡμέρα ἀνταποδόσεως, οἷς ὅμοιον τυγχάνει τό· ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών· οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ἐνιαυτὸς τυγχάνει καὶ μία καὶ ἡ αὐτὴ ἡμέρα, καθ' ἣν «οἱ πτωχοὶ εὐαγγελίζονται», οἵ τε «πενθοῦντες τὴν Σιὼν παρακαλοῦνται» ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ αἱ γενόμεναι «πλούσιαι γυναῖκες» ἐπὶ τὸν κοπετὸν καλοῦνται καὶ τὰ λεγόμενα διὰ τῶν προσκειμένων τῇ Σιὼν ἀποβαίνειν ἤμελλε. ταῦτα δὲ πάντα ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ἐπληροῦτο, καθ' ἣν οἱ μὲν εἰς αὐτὸν πεπιστευκότες καὶ τὴν χάριν τὴν δι' αὐτοῦ παραδεδεγμένοι τῶν χρηστοτέρων εὐαγγελιῶν ἀπέλαυον· οἱ δὲ ἀλλοτρίους ἑαυτοὺς καταστήσαντες τῆς αὐτοῦ χάριτος πάσης ἀγαθῆς ἐλπίδος ἀποπεσόντες ταῖς τῶν σκυθρωποτέρων ἀπειλαῖς ὑποπεπτώκασι. Καὶ αὐτὴ δὲ αὐτῶν ἡ σεμνὴ καὶ βασιλικὴ πόλις τοιαῦτα πέπονθεν, ὁποῖα θεσπίζει ἡ παροῦσα προφητεία λέγουσα· καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν καιομένην ἡμέρας καὶ νυκτός, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω· εἰς γενεὰς αὐτῆς ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν, κατὰ τὸν Σύμμαχον· γῆ αὐτῆς φησιν εἰς πίσσαν φλεγομένην νυκτὸς καὶ ἡμέρας οὐ σβεσθήσεται εἰς αἰῶνα, ἀναβήσεται ὁ κάπνος αὐτῆς ἀπὸ γενεᾶς αὐτῆς εἰς γενεὰς ἐρημωθήσεται εἰς νεῖκος νεικέων, δι' ὧν σαφῶς ὁ λόγος παρίστησιν ἐσχάτην ἐρημίαν καταλήψεσθαι τόν τε τόπον καὶ τὸ ἔθνος, ἀλλὰ καί· οὐκ ἔσται φησὶν ὁ διοδεύων αὐτήν, καί· οὐκ ἔσται ὁ παραπορευόμενος ἐν αὐτῇ. προφητεύει δὲ ἐν τούτοις ὅτι οὐκέτι Ἰουδαῖος τὸν τόπον διελεύσεται ἐκεῖνον, ὃ δὴ καὶ ἐπληροῦτο νόμοις καὶ διατάγμασι Ῥωμαϊκοῖς κεκωλυμένων Ἰουδαίων ἐπιβαίνειν τῷ τόπῳ. Ἀλλ' ἐκείνων μὲν οὐκ ἔστιν ὁ διοδεύων, ἑτέρους δὲ οἰκήσειν φησί τινας δὲ τούτους ὄρνεα καὶ ἐχίνους καὶ ἴβεις καὶ κόρακας, δι' ὧν αἰνίττεται ψυχὰς ἀκαθάρτους, ὁποῖαι ἦσαν αἱ τῶν μετὰ ταῦτα ἐξ ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν τὸν τόπον οἰκησάντων εἰδωλολατρῶν. οὐ μόνον δὲ τούτους κατοικήσειν τὸν τόπον ἀντὶ τῶν πάλαι οἰκητόρων φησίν, ἀλλὰ καὶ ὀνοκενταύρους καὶ σειρῆνας καὶ στρουθούς, δαίμονάς τινας αἰνιττόμενος τοὺς ἐν τοῖς ἀγάλμασι τῆς εἰδωλολατρίας αὐτῶν ἐμφωλεύσαντας. διὸ ἐπιλέγει ἑξῆς· καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον, ἀλλὰ καὶ ἐπιβληθήσεται τῷ τόπῳ σπαρτίον φησὶ γεωμετρίας ἐρήμου, ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσε· καὶ ἐκταθήσεται ἐπ' αὐτὴν μέτρον ἀφανισμοῦ. πλὴν ταῦτα πάντα ἔσται ἐπὶ τῶν προτέρων οἰκητόρων ἐξελασθέντων καὶ ἀπωλείᾳ παραδοθέντων. διὸ ἐπιλέγει· οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν. ἐπειδὰν δὲ τὰς ἔξωθεν τῆς Ἰερουσαλὴμ συναγωγὰς αὐτῶν θεωρῇς, ἄκουε ὁποῖα καὶ περὶ αὐτῶν ἀναφωνεῖ λέγων· καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα, δηλῶν τὰς ἀκάρπους αὐτῶν διδασκαλίας. διὸ καὶ τὸν «ἀμπελῶνα» αὐτῶν διὰ τῶν ἔμπροσθεν ἐδήλου «ἀκάνθας» ἠγηοχέναι λέγων· «ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας». ἐρημίας δὴ τῆς ἐσχάτης ἐν ταῖς ψυχαῖς αὐτῶν γενομένης καὶ ἀκανθῶν πληρωθείσης αὐτῶν τῆς χώρας εἰκότως ἀναπαύσεσθαι ἐν αὐτοῖς τὰ πνεύματα τὰ ἀκάθαρτα προλέγει φάσκων· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, εὗρον γὰρ αὑτοῖς ἀνάπαυσιν. ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ διέσωσε τὰ γεννήματα αὐτοῦ, ἢ κατὰ τὸν Σύμμαχον· διέσωσε καὶ ἐξεκόλαψε καὶ συνήγαγε. τούτων οὖν ἕνεκα πάντων τὰς φάραγγας αὐτῶν, δηλαδὴ τὰς ψυχὰς αὐτῶν, κάτω που ἐν κοιλώμασι καὶ ἐν φάραγξι τυγχανούσας στραφήσεσθαί φησιν εἰς πίσσαν καὶ εἰς θεῖον καὶ τὴν γῆν αὐτῶν εἰς πίσσαν καιομένην ἡμέρας καὶ νυκτός,