1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

152

καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον· ἄσβεστον γὰρ ἔσεσθαι αὐτῶν τὴν αἰωνίαν κόλασιν καὶ τοῦ πυρὸς αὐτῶν τὸν κάπνον ἀναβήσεσθαι ἄνω, τὸ δὲ θεῖον τῆς ἐν βάθει τιμωρίας αὐτῶν τοῖς ἄνω παρέχον ὁρᾶν διὰ τὴν ὑποκειμένην αὐτοῖς κακίαν, πίσσῃ διὰ τὸ σκοτῶδες καὶ μέλαν παραβαλλομένην. τοσούτων δὲ κακῶν ἐν τῇ ἐρήμῳ τῆς Σιὼν κατὰ «τὸν ἐνιαυτὸν τῆς ἀνταποδόσεως» αὐτῆς γενησομένων, ἴδωμεν ὁποῖα ἑξῆς προσελεύσεσθαί φησι λέγων· ἐκεῖ συνήντησαν ἔλαφοι καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων. ἐλάφους δὲ «καθαρὸν» ζῷον οἶδεν ἡ θεία γραφὴ καὶ πολλὰ χρηστὰ περὶ ἐλάφων διδάσκει, ὡς ὅταν λέγῃ· «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός», καὶ πάλιν· «φωνὴ κυρίου καταρτιζομένη ἐλάφους», καὶ αὖθις· «ἔλαφος φιλίας καὶ πῶλος χαρίτων ὁμιλείτω σοι», καὶ ἐν τῷ Ἰώβ· «ἐφύλαξας καὶ μῆνας ἐλάφων, ὠδῖνας αὐτῶν ἐξαποστελεῖς». καὶ αὐτὸς δὲ ὁ τῆς νύμφης τῆς ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων «ἀδελφιδὸς ἐλάφῳ» παραβέβληται, καθὼς καὶ αὕτη διδάσκει λέγουσα· «ὅμοιός ἐστιν ἀδελφιδός μου τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων». ὅτε τοίνυν καὶ αὐτὸς «ὁ νυμφίος» ἐλάφῳ παραβάλλεται, τίνας ἂν εἴποις τὰς ἐνταῦθα πολλὰς ἐλάφους ἢ τοὺς μαθητὰς αὐτοῦ καὶ ἀποστόλους; ἔστι δὲ καὶ ὀφιοκτόνον τὸ ζῷον καὶ ἐν τοῖς «καθαροῖς» παρείληπται. διδάσκει τοίνυν ὁ παρὼν λόγος ἀπὸ τῆς ἐρημίας τοῦ Ἰουδαίων ἔθνους ἔλαφοί τινες παρῆλθον οἱ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν· ἐκεῖ γὰρ συνήντησαν ἔλαφοι καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων· ἐγνώρισαν γὰρ ἑαυτοὺς καὶ τῆς ψυχῆς αὐτῶν τοὺς «κατ' εἰκόνα θεοῦ» γενομένους χαρακτῆρας ἐπέγνωσαν. Πλὴν ἀλλὰ παρῆλθον τὸν τόπον ἐκεῖνον ἀποχωρίσαντες αὐτούς, διὸ εἴρηται· ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο. εἶτ' ἐπειδήπερ οὐ παρέμειναν μιᾷ πόλει, διέδραμον δ' ἄλλος ἀλλαχοῦ πληροῦντες τὸ εὐαγγέλιον. τούτου χάριν εἴρηται· ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησεν· ὅτι κύριος αὐτοῖς ἐνετείλατο, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτούς· ὁ γὰρ εἰπὼν αὐτοῖς· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου», αὐτὸς ἐνετείλατο μὴ κατὰ τὸ αὐτὸ ποιεῖσθαι τὰς διατριβάς, διατρέχειν δὲ ἁπανταχοῦ καὶ πρόνοιαν ποιεῖσθαι τῆς συστάσεως τῶν ἐκκλησιῶν αὐτοῦ. καὶ αὐτὸς ἐπιβάλλει αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον· οὐκοῦν καὶ ῥώμην αὐτοῖς καὶ βοήθειαν παρεῖχεν ὥσπερ καὶ κλήρους εἰς γενεὰς γενεῶν εἰς τὸ ἀναπαύσασθαι αὐτοὺς ἐν τοῖς ἑαυτῶν κλήροις, δηλαδὴ τοῖς ἔθνεσι τοῖς ἀποκληρωθεῖσιν αὐτοῖς, ἐν οἷς εἰς γενεὰς γενεῶν ἡ μνήμη αὐτῶν ἐν ταῖς ὑπ' αὐτῶν ἱδρυθείσαις ἐκκλησίαις ἀναζωπυρεῖται. ὁρᾷς οἷα προφητεύει ταῖς ἐλάφοις, ὅτι δὲ οὐκ ἦν δυνατὸν ταύτας τὰς ἐπαγγελίας ἐπὶ τῆς προλεχθείσης ἐρημίας τῆς Σιὼν πληροῦσθαι παντί τῳ δῆλον· ἐχίνους γὰρ καὶ ὀνοκενταύρους καὶ δαιμόνια οἰκήσειν ἐλέγετο ἐν αὐτῇ. οὐκοῦν ἑτέρα εἴη ἂν ἡ τῶν ἐλάφων χώρα, ἐν ᾗ αὐτὸς ὁ κύριος ταῖς ἐλάφοις ἔβαλε κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ βόσκεσθαι αὐτοῖς ἔδωκεν εἰς τὸν αἰῶνα χρόνον. ἀλλ' ἢ τοίνυν ἐστὶν αὕτη ἡ ταῖς ἐλάφοις ἀπονεμηθεῖσα χώρα, ἣν παρίστησιν ὁ φάσκων ἐν Ψαλμοῖς λόγος· «φωνὴ κυρίου καταρτιζομένη ἐλάφους καὶ ἀποκαλύψει δρυμούς». οὐκοῦν ἐν τοῖς δρυμοῖς τοὺς κλήρους αὐταῖς διένειμε, δηλαδὴ ἐν τοῖς ἔθνεσι· πολλάκις γοῦν ἀπεδείχθησαν οἱ δρυμοὶ εἰς τὰ ἀλλόφυλα ἔθνη παραληφθέντες τῶν ἐλάφων τῶν ἀποδοθεισῶν κατὰ πρόσταγμα θεοῦ κλήρους καὶ μερίδας εἰληφυιῶν εἰς ἑτέραν χώραν, ἀκόλουθον ἦν γνῶναι ἡμᾶς, τίς ποτε ἦν αὕτη. ἐν μὲν οὖν τῷ Ψαλμῷ «φωνὴ κυρίου καταρτιζομένη ἐλάφους» εἴρηται «καὶ ἀποκαλύπτουσα δρυμούς», τοῦ λόγου διδάσκοντος ὡς διὰ τῶν ἐλάφων τῶν ὑπὸ τοῦ κυρίου «καταρτισθέντων» «δρυμοί» τινες ἄγριοι καὶ ἀλσώδεις «ἀνεκαλύφθησαν» τῶν ἐν αὐτοῖς θηρίων καὶ ἑρπετῶν ὑπὸ τῶν ἐλάφων ἀπελαθέντων τὰ ἀλλόφυλα δὲ καὶ ἀλλότρια τοῦ θεοῦ ἔθνη διὰ τῶν