153
«δρυμῶν» ἐδηλοῦτο. 2.9 Ταύτην τοίνυν τὴν ἔρημον καὶ διὰ τῶν μετὰ χεῖρας εὐαγγελίζεται ἡ προφητεία μετὰ τὰ προλεχθέντα «περὶ τῶν ἐλάφων» φάσκουσα· Εὐφράνθητι, ἔρημος διψῶσα· πολλὰ δὲ καὶ ἄλλα περὶ τῆς ἐρήμου ταύτης εἴρηται καὶ διὰ τῶν ἑξῆς ἐν τῇ αὐτῇ προφητείᾳ φερομένων, δι' ὧν εἴρηται· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα». εἴη ἂν τοίνυν αὕτη ἑτέρα ἔρημος παρὰ τὴν προλεχθεῖσαν Σιών, ἐν ᾗ «ἐχίνους καὶ ἴβεις καὶ κόρακας», «δαιμόνιά τε καὶ ὀνοκενταύρους οἰκήσειν» ἐλέγετο, «πίσσης τε αὐτῆς καὶ θείου» πληρωθήσεσθαι «τὰς φάραγγας». τούτων δὲ περὶ τῆς Σιὼν καὶ περὶ τῆς Ἰερουσαλὴμ εἰρημένων ὥρα τὰ προκείμενα περὶ ἑτέρας ἐρήμου λέγεσθαι νοεῖν. ἦν δὲ αὕτη δρυμὸς «τῶν ἐλάφων» καὶ ἡ χώρα τῶν ἀλλοφύλων ἐθνῶν, ἔνθα «τοὺς κλήρους» διένειμε «ταῖς» ἀποδοθείσαις «ἐλάφοις» ὁ κύριος εὐαγγελίζεται φάσκων ὁ λόγος· Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον· διψῶσα γὰρ αὕτη πρότερον ἔρημος ἐστερημένη νάματος οὐρανίου, ἀλλὰ χαίρειν αὐτῇ καὶ εὐφραίνεσθαι ὁ λόγος προστάττει διὰ τὰ ἐπιλεγόμενα, ἔτι δὲ καὶ ἀνθεῖν ὡς κρίνον, ὥστε λέγειν· «Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν παντὶ τόπῳ». ἀλλὰ καὶ ἐξανθήσει φησὶ νεαρὰ βλαστήματα καὶ «ἄνθη» ὡραῖα, περὶ ὧν εἴρηται ἐν Ἄισματι τῶν Ἀισμάτων· «τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ», «οἱ μανδραγόραι ἔδωκαν ὀσμήν». ποίαν δὲ ἔρημον ἱστορεῖ, διασαφεῖ λέγων· καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου, τὴν εὐαγγελικὴν γραφὴν παρίστησιν· «ἐν» γὰρ «τῷ Ἰορδάνῃ ποταμῷ» πρῶτος Ἰωάννης ἐκήρυσσε τὴν βασιλείαν τῶν οὐρανῶν καὶ μηκέτ' ἐνεργούσης ἐν τῇ Ἰερουσαλὴμ τῆς κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένης λατρείας «βάπτισμα μετανοίας» καὶ «τὸ τῆς παλιγγενεσίας λουτρὸν» «ἐν» αὐτῷ «τῷ Ἰορδάνῃ ποταμῷ» ὁ αὐτὸς παρεδίδου προφήτης· ὅτε σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐπεσφραγίσατο τὸ Ἰωάννου κήρυγμα «ἐν τῷ Ἰορδάνῃ βαπτισθεὶς» ὑπ' αὐτοῦ καὶ βεβαιώσας δι' ἑαυτοῦ τὸ τῆς παλιγγενεσίας μυστήριον. καὶ ἡ πάλαι δὲ ἔρημος καὶ ἄνυδρος καὶ ἄκαρπος, λέγω δὲ ἡ ἐκκλησία τοῦ θεοῦ διὰ τῆς καθάρσεως «τοῦ τῆς παλιγγενεσίας λουτροῦ» τὴν τοῦ Ἰορδάνου διεπράττετο βαπτίζων ἅμα καὶ εὐαγγελιζόμενος τὴν τοῦ θεοῦ βασιλείαν. τοῦτο καθ' ὅλης τῆς οἰκουμένης ἥ ποτε τοῦ θεοῦ ἔρημος ἐκκλησία φυλάττει. διὸ εὐφραίνεσθαι αὐτὴν καὶ ἀγαλλιᾶν ὁ λόγος παρακελεύεται, δίκην τε κρίνου εὐώδους ἐξανθεῖν. ταύτῃ δὲ καὶ ἡ δόξα τοῦ Λιβάνου καὶ ἡ τιμὴ τοῦ Καρμήλου δέδοται. ὁ μὲν οὖν Λίβανος καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου τὸ θυσιαστήριον καὶ τὸν νεών, ἐν ᾧ «αἵ τε θυσίαι σὺν αὐτῷ λιβάνῳ» καὶ ἡ κατὰ τὸν νόμον λατρεία ἐν ταῖς ἀναφοραῖς προσεφέρετο· ὁ δὲ Κάρμηλος τὸν ἐκ περιτομῆς λαὸν αἰνιττόμενος ἀποδέδεικται πολλάκις. τοῦ λαοῦ τοίνυν τοῦ παλαιοῦ ἡ τιμὴ καὶ τοῦ ναοῦ τοῦ ἐν τῇ Ἰερουσαλὴμ ἡ δόξα τῇ πάλαι ἐρήμῳ, λέγω δὲ τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ δοθήσεσθαι προφητεύεται. εἶτ' ἐπιλέγει· καὶ ὁ λαός μου, οὐκέτι ὁ Ἰσραήλ, ἀλλ' ὁ ἐμός φησι λαὸς ὄψεται τὴν δόξαν κυρίου, ταύτην τὴν ἐπαγγελίαν τοῦ λόγου παρέχοντος τῷ νέῳ λαῷ, ἅτε παραδεξομένῳ τὴν πρώτην τοῦ σωτῆρος παρουσίαν. διὸ καὶ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ θέαν ὄψεται, τό τε ὕψος αὐτοῦ θεωρήσει. Τούτοις ἑξῆς εὐαγγελίζεται τοὺς διὰ τῆς ἐπιλάμψεως τοῦ σωτῆρος τῶν τῆς ψυχῆς παθῶν ἀπαλλαγησομένων λέγων· ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· κατὰ δὲ τὸν Σύμμαχον· ἐνισχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα ἀσθενοῦντα· κρατύνατε, εἴπατε τοῖς ἀνοήτοις Ἰσχύετε, μὴ φοβεῖσθε. παραπλησίως δὲ καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ὁμοίως ἡρμήνευσαν τοῦ λόγου παρακελευομένου τοῖς τοῦ σωτῆρος ἡμῶν μαθηταῖς τε καὶ ἀποστόλοις ἐνισχύειν τὰς παρειμένας ἐν τοῖς ἔθνεσι ψυχὰς καὶ τὰ τῶν ἠσθενηκότων γόνατα