154
παρακρατύνειν, ἀλλὰ καὶ τοῖς πάλαι ὀλιγοψύχοις προσφωνεῖν παρακελεύεται τό· ἰσχύσατε, μὴ φοβεῖσθε· κἂν γὰρ διώκωσί τινες ἀπειλοῦντες καὶ φόβους ἐμποιοῦντες, αἰκίας τε καὶ βασάνους ἐπάγοντες, ἀλλ' ὑμεῖς φησιν οἵ ποτε ὀλιγόψυχοι ἰσχύος καὶ δυνάμεως μεταλαβόντες μὴ φοβεῖσθε ἔχοντες τὸν ὑμέτερον διὰ παντὸς ὑμῖν συνόντα θεόν. διὸ κατὰ τὸν Σύμμαχον· μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ὑμῶν ἐκδίκησις ἐλεύσεται ἀνταποδόσεως, κύριος αὐτὸς ἐλεύσεται καὶ σώσει ὑμᾶς. ταῦτα τοίνυν παιδευθέντες ὑμεῖς οἵ ποτε ὀλιγόψυχοι ἰσχύσατε, μὴ φοβεῖσθε. Ταῦτα θεσπίσας ὁ λόγος καὶ σαφῶς θεοῦ παρουσίαν εὐαγγελισάμενος σημεῖα καὶ γνωρίσματα ἐπάγει τῶν αὐτοῦ κατορθωμάτων λέγων ἑξῆς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. ἐπληροῦτο δὲ ταῦτα ἐναργῶς κατὰ τὴν γενομένην τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίαν, καθ' ἣν ἕκαστον τῶν εἰρημένων τέλους ἐτύγχανε πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν σωμάτων δυνάμει θεϊκῆς ἐξουσίας ἰωμένου αὐτοῦ καὶ οὐ σωμάτων μόνον, ἀλλὰ καὶ ψυχῶν τὰ πάθη τῷ τῆς διδασκαλίας αὐτοῦ λόγῳ θεραπεύοντος. εἰσέτι γοῦν καὶ νῦν καθ' ὅλης τῆς οἰκουμένης ἐν ἅπασι τοῖς ἔθνεσιν οἱ πάλαι διὰ πήρωσιν ψυχῆς καὶ ἀβλεψίαν ἄψυχα καὶ ἀκίνητα ξόανα οἷα θεοὺς τεθηπότες τὸ τῆς ψυχῆς ὄμμα τῷ αὐτοῦ φωτὶ καταυγασθέντες ἀναβλέπουσιν ὡς καταπτύειν μὲν τῆς πατροπαραδότου δεισιδαιμονίας, γνωρίζειν δὲ καὶ μόνον ἕνα ἀληθῆ θεόν. καὶ οἱ κωφοὶ δὲ καὶ ἀνήκοοι θείων λόγων πρότερον, νῦν διὰ τῆς αὐτοῦ χάριτος ἐπιστήμονες γεγόνασι τῆς τῶν θεοπνεύστων λογίων ἀκοῆς, ἀλλὰ καὶ οἱ παρειμένοι τὰς βάσεις τῆς ψυχῆς ἀνεπήδησαν «ἐλάφων» δίκην τοῖς αὐτῶν ἐξομοιωθέντες διδασκάλοις, οὓς μικρῷ πρόσθεν «ἐλάφους» ὠνόμαζεν ἡ προφητεία. καὶ ἡ τῶν μογιλάλων δὲ γλῶσσα, ἣν «συνέδησεν ὁ σατανᾶς» τοῦ μὴ θεολογεῖν τὸν ἀληθῆ θεόν, τρανὰ φθέγγεσθαι καὶ διηρθρωμένα μεμάθηκε. μογιλάλους δὲ οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς «παρὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου» μόγις ποτὲ τολμήσαντας ὀρθόν τι φρονῆσαι καὶ εἰπεῖν περὶ θεοῦ. πρὸς τούτοις ἅπασιν ἐπὶ τῇ θεσπιζομένῃ θεοφανείᾳ καὶ ὕδωρ φησὶν ἐν τῇ πάλαι ἐρήμῳ ἐρράγη πηγῆς ἐν αὐτῇ ζωοποιοῦ φανείσης φάραγξ εὕρηται, καὶ χείμαρροι κατὰ τὸν Σύμμαχον καὶ ῥεῖθρα ἐν γῇ διψώσῃ. τὸ μὲν οὖν ὕδωρ αὐτὸ ἦν ἐκεῖνο τὸ τοῦ Ἰορδάνου, περὶ οὗ ἐλέγετο μικρῷ πρόσθεν τό· «ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου», δι' οὗ ᾐνίττετο «τὸ λουτρὸν τῆς παλιγγενεσίας» καὶ τὸ τῆς καινῆς διαθήκης μυστήριον, τὰ δὲ ῥεῖθρα τοὺς εὐαγγελικοὺς τοῦ σωτῆρος ἐδήλου λόγους. Ἔτι δὲ πρὸς τούτοις γέγονεν ἐν τῇ δηλωθείσῃ ἐρήμῳ εὐφροσύνη ὀρνέων καὶ ἔπαυλις ποιμνίων, ψυχῶν ἐπτερωμένων δηλαδὴ καὶ μετεωροπόρων καὶ ἄλλων ἡμέρων καὶ πράων ὑπὸ καλῷ ποιμένι διοικουμένων ὡς δύνασθαι λέγειν· «κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει». ἀνωτέρω μὲν οὖν ἐν τῇ ἐρήμῳ Σιὼν «οἰκήσειν» ἐλέγοντο «ἴβεις καὶ ἐχῖνοι καὶ κόρακες καὶ ὀνοκένταυροι» καὶ «δαιμόνια», τῇ δὲ μετὰ χεῖρας ἐρήμῳ τοσαῦτα εὐαγγελίζεται ὁ λόγος. κἀκείνη μὲν πληρωθήσεσθαι «πίσσης καὶ θείου καὶ πυρὸς» ἐλέγετο, αὕτη δὲ πηγῆς ὕδατος καὶ ῥείθρων καὶ χειμάρρων. ἀλλὰ καὶ ἔσται φησὶν ἐνταῦθα ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται. αὕτη δὲ εἴη ἂν ἡ ἀπάγουσα ἐπὶ τὸ τρισμακάριον τέλος «τῆς ἐπουρανίου τοῦ θεοῦ πόλεως», ἣν παριστὰς ὁ σωτὴρ ἔλεγεν· «ἐγώ εἰμι ἡ ὁδός». ὁ λόγος τοίνυν ὁ σωτήριος ὁ τοὺς δι' αὐτοῦ ὁδεύοντας χειραγωγῶν πρὸς τὸν πατέρα καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν ἀποκαθιστὰς τῇ ἐρήμῳ δοθήσεσθαι πρὸς τοῖς ἄλλοις ἀγαθοῖς προφητεύεται, πρόδηλον δὲ ὡς οὐδεὶς διὰ ταύτης τῆς ὁδοῦ παρέρχεται ἀκάθαρτος· οἱ δὲ διεσπαρμένοι φησὶ πορεύσονται ἐπ' αὐτῆς. τίνες δὲ οὗτοι, ἀλλ' ἢ οἱ πάλαι διεσκεδασμένοι τοῦ θεοῦ καὶ μακρὰν τῆς ἀληθείας ἀποπλανηθέντες; οὗτοι γὰρ παλινδρομήσαντες καὶ τὴν εὐθεῖαν καὶ