1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

155

ἀπλανῆ ὁδὸν εὑρόντες πορεύσονται ἐν αὐτῇ. Ἀλλὰ καὶ οὐκ ἔσται φησὶν ἐκεῖ λέων, λέγω δὲ ἐν τῇ ἀποδοθείσῃ ὁδῷ, οὐδὲ τῶν πονηρῶν θηρίων οὐκ ἀναβῇ εἰς αὐτὴν οὐδὲ μὴ πορευθῇ ἐκεῖ· πῶς γὰρ καὶ οἷόν τε ἦν ἐν τῷ εἰρηκότι· «ὅτι ἐγώ εἰμι ἡ ὁδός», εὑρεθῆναί τι τῶν πονηρῶν; οὐδὲ γὰρ «ὁδοὺς ὄφεως ἐπὶ πέτρας» δυνατὸν ἦν εὑρεῖν κατὰ τὸν Σολομῶνα. ἀλλὰ πορεύσονται ἐν αὐτῇ φησι λελυτρωμένοι, οὓς αὐτὸς ἐλυτρώσατο δηλονότι «τῷ τιμίῳ ἑαυτοῦ αἵματι», καὶ οἱ συνηγμένοι διὰ κυρίου, ἀλλ' οὐδὲ διὰ προφήτου οὐδὲ διά τινος σπουδῆς ἀνθρωπίνης· δι' αὐτοῦ δὲ τοῦ κυρίου λελυτρωμένοι καὶ συνηγμένοι, οὗτοι πορεύσονται τὴν δηλωθεῖσαν ὁδόν, δι' ἧς ἐπὶ τέλος τὸ τρισμακάριον «τῆς ἐπουρανίου Σιὼν» ἐλεύσονται, περὶ ἧς φησιν ὁ Ἀπόστολος· «προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ». διὸ λέλεκται· καὶ ἥξουσιν εἰς Σιὼν μετ' εὐφροσύνης· οὐ γὰρ δὴ δυνατὸν ἐνταῦθα Σιὼν ἐκείνην παραδέχεσθαι, περὶ ἧς εἴρητο· «καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών, καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν» καὶ τὰ τούτοις ἑξῆς. διόπερ ἀνάγκη διαφόρους νοεῖν τὰς ὁμωνύμως προσαγορευομένας Σιών, τὴν μὲν ἐπίγειον τὴν ταῖς ἀπειλαῖς ὑποβαλλομένην, τὴν δ' «ἐπουράνιον», ἐφ' ἣν ἥξειν οἱ λελυτρωμένοι καὶ συνηγμένοι ὑπὸ κυρίου λέγονται, περὶ ὧν εἴρητο· καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· οἱ γὰρ νικηταὶ τοῦ μεγάλου ἀγῶνος ἀποφανθέντες στεφάνῳ εὐφροσύνης ἀναδήσονται, ὃν καὶ ὁ θεῖος Ἀπόστολος εἰδὼς ἔλεγεν· «λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος». διὸ λέλεκται· καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν, καὶ πάλιν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς, δηλονότι τοὺς τὴν σωτήριον ὁδὸν ἀκλινῶς βαδίσαντας καὶ δι' αὐτῆς ἐπὶ τὸ τρισμακάριον τέλος καταντήσαντας, ἐν ᾧ στεφάνῳ οἱ τιμηθέντες τῆς αἰωνίου ζωῆς ἀπολαύσουσιν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. 2.10 Ἱστορία μέν ἐστιν ἡ προκειμένη καὶ διήγησις θαυμαστὴ πραγμάτων κατὰ τοὺς χρόνους Ἑζεκίου γενομένων· ἀνείληπταί τε μετὰ λοιπῶν ἱστοριῶν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν καὶ τῇ δευτέρᾳ τῶν Παραλειπομένων. ὅμως δ' οὖν καὶ ἐν τῇ μετὰ χεῖρας προφητείᾳ ἢ βίβλῳ καταβέβληται διὰ τὸ ἐμφέρεσθαι πρὸς τῷ τέλει τῆς ἱστορίας προφητείαν καί τινα μεγάλην καὶ παράδοξον πρᾶξιν ἐπιτελεσθεῖσαν κατὰ τοὺς χρόνους Ἑζεκίου. καὶ τοῦτο δὲ σημειωτέον ὡς «ἐν τῷ ἕκτῳ ἔτει τῆς βασιλείας Ἑζεκίου ὁ τῶν Ἀσσυρίων βασιλεὺς» οὗτος αὐτὸς ὁ Σεναχηρεὶμ ἐπιστὰς τῇ Σαμαρείᾳ τὴν ἐν αὐτῇ καθεῖλε βασιλείαν τοῦ Ἰσραὴλ πάντα τὸν καλούμενον λαὸν Ἰσραὴλ αἰχμάλωτον ἀπαγαγὼν εἰς τὴν τῶν Ἀσσυρίων χώραν, ἑπτὰ δὲ μεταξὺ διαγενομένων ἐτῶν «κατὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος Ἑζεκίου» ταῖς τῆς Ἰουδαίας πόλεσιν ἐπιθέμενος τὰς μάλιστα ἐν αὐτῇ ὀχυρωτάτας εἷλε πόλεις, ἤδη δὲ καὶ αὐτῇ ἐπεχείρει τῇ Ἰερουσαλήμ. πλεῖστα δὲ μνήμης ἄξια ἀγαθῆς κατορθώματα τοῦ Ἑζεκίου ἡ τῶν Παραλειπομένων γραφὴ διελθοῦσα ὡς «ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα, ὅσα ἐποίησε ∆αυὶδ ὁ πατὴρ αὐτοῦ» καὶ ὡς «ἀνέῳξε τὰς θύρας οἴκου κυρίου καὶ ἐπεσκεύασεν αὐτὰς» ἀφανισθείσας κατὰ τοὺς χρόνους Ἄχαζ τοῦ πατρὸς αὐτοῦ καὶ ὡς καθεῖλε τὸ ἱερὸν καὶ τοὺς ἐν αὐτῷ λειτουργοῦντας ἱερεῖς, ὅπως τε τὴν τοῦ πάσχα ἐπετέλεσεν ἑορτὴν ὡς μαρτυρεῖσθαι, ὅτι «ἀπὸ ἡμερῶν Σολομῶντος υἱοῦ ∆αυὶδ βασιλέως Ἰσραὴλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ἰερουσαλὴμ» καὶ ὡς «ἐξέκοψε τὰ ἄλση καὶ κατέσπασε τὰ ὑψηλὰ καὶ τοὺς βουνοὺς» καὶ πᾶσαν τὴν ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐπιπολάσασαν καθ' ὅλης τῆς Ἰουδαίας εἰδωλολατρίαν καὶ ὡς «ἐποίησε τὸ καλὸν καὶ ἀληθὲς ἐνώπιον κυρίου τοῦ θεοῦ καὶ ἐν παντὶ ἔργῳ, ᾧ ἤρξατο ἐν ἐργασίᾳ, ἐν οἴκῳ κυρίου καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐζήτησε τὸν θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ ἐποίησε καὶ εὐωδώθη». ταῦτα καὶ τούτοις ἀδελφὰ μυρία μαρτυρήσασα