156
περὶ αὐτοῦ ἡ γραφὴ ἐπιλέγει· «καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθε Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐν τῇ Ἰουδαίᾳ καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπε προκαταλαβέσθαι αὐτάς». εἶτα διδάσκει, ὡς ὁ Ἑζεκίας καίτοι πεποιθὼς ἐπὶ τὸν θεὸν ὅμως οὐκ ἠμέλει τῆς ἀσφαλείας τῶν τόπων. διὸ στρατηγικῶς «τὰς μὲν ἐκτὸς τῆς πόλεως πηγὰς ἀπέφραττεν, ὡς ἂν μὴ εὕροι» ὁ πολέμιος ἐπιστὰς τοῖς τόποις «ὕδατα», αὐτῆς τε τῆς Ἰερουσαλὴμ περιέφραττε «τὸ τεῖχος», ἐκτὸς δὲ «ἄλλο προτείχισμα» ἐποίει, «ὅπλων» τε προὐνόει καὶ πάσης πολεμικῆς παρασκευῆς. εἶθ' ὡς μετὰ τοσαύτην σπουδὴν συγκαλέσας τὰ πλήθη λόγοις αὐτοὺς θεοσεβέσιν ἐρώννυε λέγων, μὴ δεῖν μηδένα πολέμιον φοβεῖσθαι, ἐπειδήπερ φησί· «μεθ' ἡμῶν πλείονες ἢ μετ' αὐτῶν»· «μετὰ γὰρ τοῦ Ἀσσυρίου βραχίονας εἶναι σαρκίνους», «μεθ' ἡμῶν δέ» φησι «κύριος ὁ θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν». οἷς ἐπιφέρεται· «καὶ κατεθάρσησεν ὁ λαὸς τοῖς λόγοις Ἑζεκίου βασιλέως Ἰούδα. καὶ μετὰ ταῦτα ἀποστέλλει Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἀπὸ Λαχεὶς τοὺς παῖδας αὐτοῦ ἐπὶ Ἰερουσαλὴμ πρὸς Ἑζεκίαν βασιλέα Ἰούδα καὶ πρὸς πάντατὸν ἐν Ἰερουσαλὴμ λαὸν λέγων» τὰ προκείμενα. πρὸς τοῖς ἄλλοις τοίνυν κατορθώμασι τοῦ Ἑζεκίου γυμνάσιον ἀρετῆς καὶ πλείονος θεοσεβείας ἔνδειξιν παρεῖχεν ὁ θεὸς αὐτῷ διὰ τῆς πρὸς τὸν πόλεμον παρατάξεως, ἐν ᾗ διέλαμψε πάντα μὲν στρατηγικῶς τὰ πρὸς τὸν πόλεμον παραταξάμενος, τὸ δὲ πᾶν ἀναθεὶς τῷ θεῷ, τοῖς τε ὑπ' αὐτῶν πλήθεσι θεοσεβῆ διδασκαλίαν παραγγείλας. ἀλλ' οὐ τοιοῦτος ἦν ὁ Ἄχαζ ὁ τούτου πατήρ, ὃς ποτὲ μὲν τῷ Βαβυλωνίῳ ἑαυτὸν κατεδούλου καὶ πάντα τὸν ὑπ' αὐτῷ λαόν, ποτὲ δὲ ὑπὸ τῶν Σύρων τῶν τὴν ∆αμασκὸν οἰκούντων ἡλίσκετο. οὐκοῦν ἀρετῆς ἔνδειξιν τῷ Ἑζεκίᾳ παρεῖχεν ὁ θεὸς συγχωρῶν τῷ Ἀσσυρίῳ πλησιάζειν τῇ Ἰερουσαλήμ. τηρητέον δὲ ὡς τῶν ἐν τούτοις ὀνομαζομένων ἀνδρῶν, λέγω δὲ τοῦ Ἐλιακὶμ καὶ τοῦ Σομνᾶ, καὶ διὰ τῶν ἔμπροσθεν μνήμην ἐποιεῖτο ὁ προφήτης «ἐν τῷ ῥήματι τῆς φάραγγος Σιών», ἐν ᾧ εἴρηται· «Πορεύου εἰς τὸ παστοφόριον πρὸς Σομνᾶν τὸν ταμίαν» καὶ ἑξῆς, «καὶ καλέσω τὸν παῖδά μου Ἐλιακὶμ τὸν τοῦ Χελκίου». ἀναγκαία δὲ ἡμῖν ἡ ἐπιτήρησις εἰς τὸ ἐφαρμόσαι τῇ προκειμένῃ ἱστορίᾳ τοὺς ἐν ἐκείνῃ τῇ προφητείᾳ φερομένους λόγους. φασὶ δὲ παῖδες Ἑβραίων τὸν Σομνᾶν τοῦτον αὐτομολῆσαι πρὸς τὸν Ἀσσύριον, ὕστερον δεξιὰν αὐτῷ σὺν ἑτέροις δεδωκότα διὰ τὸν ἐξ αὐτοῦ φόβον. καὶ τούτου χάριν τὰ διὰ τῶν ἔμπροσθεν προφητευθέντα περὶ αὐτοῦ λελέχθαι. Ὅσης δὲ ἀλαζονείας καὶ ἀπονοίας πεπλήρωτο ἡ τοῦ πολεμίου φωνὴ δηλοῖ φάσκουσα· Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ βασιλεὺς Ἀσσυρίων, ὥσπερ τις ἀντικειμένη δύναμις τῷ προφητικῷ λόγῳ τῷ φάσκοντι· Τάδε λέγει κύριος, καὶ οὗτος ἐβόα· Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ βασιλεὺς Ἀσσυρίων. εἶτ' ἐπειδήπερ οὐκ ἠγνόουν οἱ πολέμιοι δι' εὐχῶν κρατεῖν καὶ διὰ λόγων θεοσεβῶν τὸν Ἑζεκίαν καὶ τοὺς σὺν αὐτῷ, ταῦτα αὐτὰ διαβάλλει ὁ τοῦ Ἀσσυρίου στρατηγὸς λέγων ὡς πρὸς παρόντα τὸν Ἑζεκίαν· Τίνι πεποιθὼς εἶ; μὴ ἐν βουλῇ καὶ λόγοις χειλέων παράταξις γίγνεται; εἶτα προκαλεῖται αὐτὸν ἐπὶ τὴν δι' ὅπλων συμβολήν, πρὸς ὃν εἴποιεν ἂν Ἑζεκίας καὶ οἱ σὺν αὐτῷ· «οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν ἐπικαλεσόμεθα». κατὰ δὲ τὸν Σύμμαχον ἀντὶ τοῦ· Τίνι πεποιθὼς εἶ; τοῦτον εἴρηται τὸν τρόπον· Τί τὸ θάρσος τοῦτο ὃ ἐθάρσησας; εἶπα· πλὴν λόγος χειλέων μου εἰς βουλήν, δύναμις δὲ εἰς πόλεμον. Συκοφάντης δὲ ὢν ὁ ἐχθρὸς καταψεύδεται τοῦ Ἑζεκίου λέγων· ἰδοὺ πεποιθὼς εἶ ἐπ' Αἴγυπτον καὶ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, ὃς τοῖς ἐπερειδομένοις αὐτῷ καὶ ἐπιθαρσοῦσι παντὸς γίνεται πολεμίου χείρων οὐκ εἰδὼς φυλάττειν συνθήκας τοῖς πρόσφυξιν. ὅθεν ἐοικέναι αὐτὸν ῥάβδῳ καλαμίνῃ ὁμοῦ καὶ τὸ σαθρὸν ἐχούσῃ ἐκ φύσεως καὶ τὸ βλαβερὸν τοῖς ἐπερειδομένοις αὐτῇ.