1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

157

προτάξας δὲ τὴν περὶ τῶν Αἰγυπτίων συμμαχίαν ὡς ἐν παρέργῳ ὁ αὐτὸς μέμνηται τῆς παρὰ τοῦ θεοῦ βοηθείας, ᾗ ἐπεποίθει αὐτός τε ὁ Ἑζεκίας καὶ ὁ σὺν αὐτῷ πᾶς λεὼς ἔτι πρὸς τούτοις, ἅτε μὴ εἰδὼς τὸν θεὸν τοῦ Ἰσραὴλ αὐτὸν εἶναι τὸν ἐπὶ πάντων θεόν, τὴν καθαίρεσιν τῆς εἰδωλολάτρου πλάνης ὑπὸ Ἑζεκίου γενομένην αὐτοῦ εἶναι ἐνόμιζεν τοῦ τῶν ὅλων θεοῦ. διὸ μάτην φησὶν ἐπιθαρσεῖν ἐπὶ τὸν θεὸν «τὸν καθελόντα αὐτοῦ τὰ ὑψηλὰ καὶ τὰ θυσιαστήρια» πεπλανημένος καὶ οὐκ εἰδώς, ὅτι τοῦ θεοῦ ἦν ἀλλότρια τὰ καθαιρεθέντα ὑπὸ Ἑζεκίου. Εἶτα τούτοις ἑξῆς ὡς μὴ ἐπισταμένοις ἱππάζεσθαι τοῖς Ἰουδαίοις αὐτὸς μὲν δώσειν ἔλεγε δισχιλίαν ἵππον, τὸν δὲ Ἑζεκίαν μὴ δύνασθαι παρασχεῖν ἀναβάτας αὐτοῖς. καὶ εἰκός γε ἦν τὸν βασιλέα θεοσεβῆ καὶ νόμιμον ὄντα διὰ τὸ λέγεσθαι ἐν τῷ Μωσέως νόμῳ περὶ τοῦ μέλλοντος εὐσεβῶς βασιλεύειν, «ὅτι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας» τοῦ νόμου χάριν μὴ πεφιλοκαληκέναι περὶ τὸ μέρος τὸ ἱππικόν, ἀλλ' ἐπεὶ λέγει ὁ Ἀσσύριος· εἰ μὴ βούλεσθε παρασχεῖν ἀναβάτας τοῖς ὑφ' ἡμῶν παρισταμένοις ὑμῖν ἵπποις διὰ τὸ ἀπείρους εἶναι ἐφ' ἵππων παρατάξεως. Πῶς δύνασθε ἀποστρέψαι εἰς τὸ πρόσωπον τῶν ἡμετέρων τοπαρχῶν; ἀντὶ δὲ τοῦ· καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς τὸ πρόσωπον τῶν τοπαρχῶν; ὁ Σύμμαχος· καὶ πῶς ὑποστήσῃ φησὶ τὸ πρόσωπον ἄρχοντος ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν μικρῶν; εἰ δὲ διὰ τὸ μὴ ἔχειν ὑμᾶς ἱππικὴν στρατείαν τοῖς τῶν Αἰγυπτίων φησὶν ἵπποις τε καὶ ἀναβάταις πεποίθατε, γινώσκετε ὡς καὶ αὐτοὶ Αἰγύπτιοι ἡμέτεροι τυγχάνουσιν οἰκέται· οὐκοῦν πολὺ πρότερον καὶ οἱ ἐπιθαρσοῦντες ἐκείνοις οὐδὲν ἀληθὲς λέγων· οὐ γὰρ τῇ ἐπ' Αἰγυπτίους πεποιθήσει, τοῦ δὲ θείου νόμου φυλακῆς ἕνεκα τῆς τῶν ἵππων παρασκευῆς ἠμέλουν. Εἶτ' ἐπειδήπερ προκεχωρήκει τῷ Ἀσσυρίῳ τὰ κατὰ τῆς Σαμαρείας καὶ τῆς ∆αμασκοῦ καὶ καθ' ἑτέρων πλείστων ἐθνῶν πεπραγμένα, συλλογίζεται ὥς γε αὐτῷ ἐδόκει λέγων· μὴ ἄνευ θεοῦ πάσας ταύτας εἴληφα; οὐ γὰρ ἂν ἐκράτησα τῶν τοσούτων μὴ αὐτοῦ τοῦ πάντων τὴν ἐξουσίαν ἔχοντος ἐμοὶ παραδεδωκότος αὐτοὺς ὑποχειρίους ὥστε προστάγματι θεοῦ ὑπηρετούμενος καὶ ἐπὶ τὴν ὑμετέραν ἀνῆλθον χώραν· κύριος γάρ φησιν εἶπε πρός με Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν. δεῖγμα δέ φησιν ἐναργὲς τοῦ κατὰ πρόσταγμα θεοῦ ταῦτα γεγενῆσθαι τὸ τὴν Σαμάρειαν ἑλεῖν καὶ πάντα τὸν Ἰσραὴλ ἀπαγαγεῖν αἰχμάλωτον. «ὡς» γὰρ ἐκείνους ἀδελφοὺς ὄντας ὑμετέρους «εἷλον», οὐκ ἄλλως ἢ τοῦ θεοῦ βουλομένου, τὸν αὐτὸν τρόπον αὐτοῦ νεύματι καὶ ὑμᾶς «λήψομαι». εἴτε δὲ ἐκ τοῦ εἰκότος ταῦτα ἔφασκεν στοχαζόμενος τοῦ κεκρατηκέναι τοῦ χρηματίζοντος λαοῦ τοῦ θεοῦ, λέγω δὴ τοῦ Ἰσραήλ, εἴτε καὶ ἀληθῶς ᾔσθετο θεοῦ ὑποβαλόντος αὐτοῦ τοῖς λογισμοῖς τῇ τῶν Ἰουδαίων ἐπελθεῖν χώρᾳ διὰ τὰς πεπραγμένας αὐτοῖς παρανομίας καὶ αὐτὸς ἐπιστήσεις. ἀλλὰ γὰρ ἐν τοῖς πρώτοις ταῦτα εἰπὼν ὁ Ῥαψάκης ἐπὶ τέλει τοῦ λόγου προτρέπει ἐπαγγελίαις τὰ ἐπ' αὐτοῖς τείχεσι καὶ πύργοις τῆς πόλεως ἑστῶτα πλήθη παραδοῦναι τὴν πόλιν, ἐφ' αἷς πεποίηται ὑποσχέσεσι καὶ ἐπειδὴ βεβόητο εἰς πάντας ἡ τοῦ Ἑζεκίου θεοσέβεια, διαβάλλειν αὐτὸν πρὸς τὰ πλήθη πειρᾶται λέγων· Μὴ ἀπατάτω ὑμᾶς Ἑζεκίας λέγων Ὁ θεὸς ῥύσεται ὑμᾶς. καὶ ἀνωτέρω δὲ ἔφασκεν· «ὃς ἀφεῖλε τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ»· οὐ γὰρ ἠγνόει χαίροντα τὰ πλήθη τούτοις ἐν τῷ πρὸ τούτου χρόνῳ κατὰ τὴν Ἄχαζ βασιλείαν. διὸ ὡς ἔτι περὶ αὐτὰ διακειμένοις αὐτοῖς τὸν Ἑζεκίαν διέβαλλε, δι' ὧν κατηγόρει μεγίστην θεοσεβείας μαρτυρίαν παρέχων τῷ ὄντι· καλὸν γὰρ τοιαῦτα διαβάλλεσθαι ὑπὸ ἐχθρῶν, ἐφ' οἷς ἄν τις κατὰ θεὸν σεμνύνοιτο. εἶτ' ἐπιλέγει· Μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν; καὶ ἐπιλέγει· Ποῦ ἐστιν ὁ θεὸς Αἰμὰθ καὶ Ἀρφάδ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Ἐπφαρουέμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρῶν μου; δι' ὧν παρέστησε τὸ αἴτιον τοῦ παραδεδόσθαι