158
αὐτῷ τὴν Σαμάρειαν καὶ τὸν Ἰσραήλ. τοῦτο δὲ ἦν τὸ πολλοῖς προσέχειν θεοῖς παρὰ τὸν πάτριον νόμον. εἶτα συλλογιζόμενος ὡς οὐκ ἐδυνήθησάν φησιν οἱ θεοὶ τῶν ἐθνῶν ἐξελεῖν τοὺς αὐτοῖς ᾠκειωμένους, οὕτως οὐδὲ ὁ τῆς Ἰερουσαλὴμ θεὸς διασῶσαι δυνήσεται τοὺς ἐν αὐτῇ, οὐδὲν διαφέρειν νομίζων τὸν ἐν τῇ Ἰερουσαλὴμ τιμώμενον τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι πεπλανημένως θεῶν νομιζομένων. Πρὸς δὴ τὰς τοιαύτας μεγαλαυχίας καὶ βλασφημίας τοῦ Ῥαψάκου ἐκ παραγγέλματος βασιλικοῦ σιωπὴν εἶχον οἱ ἀκούοντες μηδὲν ἀποκρινόμενοι διὰ τὸ τὸν βασιλέα τοῦτο προστάξαι. πολλῆς τε συνέσεως καὶ εὐσεβείας δεῖγμα ἦν τοῦ Ἑζεκίου τὸ κελεῦσαι μὴ ἀποκρίνασθαι τοιαῦτα θρασυνομένῳ· μηκέτι γὰρ πρὸς ἀνθρώπους ἔχειν τὸν τοιαῦτα κατὰ τοῦ θεοῦ φθεγξάμενον, μηδὲ γὰρ προσήκειν τὸν εὐλαβῆ βλασφήμῳ προσδιαλέγεσθαι ἀνδρὶ ὡς ἂν μὴ ἐρεθίζοιτο εἰς ἑτέρας ἐκπίπτειν βλασφημίας. διὸ εἴρηταί που· «μὴ ἔκκαιε ἄνθρακα ἁμαρτωλοῦ», ἀλλὰ μηδ' ὅσιον εἶναι λόγων τοῖς τοιούτοις κοινωνεῖν μηδὲ ὠφελήσειν τι προσδοκᾶν τοὺς ἀνίατα τὴν ψυχὴν νοσοῦντας, μόνον δὲ πεφράχθαι δεῖν ὥσπερ τισὶν ὅπλοις καὶ πανταχόθεν ἠσφαλίσθαι τῇ σιωπῇ κρύπτοντας μὴ ἑαυτοῖς τοὺς ἀληθεῖς λόγους, περιμένοντας δὲ τὴν ἐκ τοῦ θεοῦ κατὰ τῶν βλασφήμων κίνησιν. ταῦτα παραγγείλαντος τοῦ βασιλέως ἐπιστημόνως τὸ προσταχθὲν ἐποίουν οἱ τοῦ πλήθους προεστῶτες, ὃ δὴ καὶ ἡμῖν ποιητέον ἐστὶν ἐν καιροῖς διωγμῶν ἢ ἐν κοιναῖς ἀθέων καὶ βλασφήμων ἀνδρῶν διαλέξεσιν. 2.11 Τῆς ἱστορίας διὰ τὸ σαφὲς μηδεμιᾶς ἑρμηνείας δεομένης τοσοῦτον εἰς τοὺς τόπους ἐροῦμεν ὡς τοὺς αὐτῶν χιτῶνας διέρρηξαν οἱ τῶν κατὰ θεοῦ βλασφημιῶν ἀκηκοότες, αὐτός τε ὁ βασιλεὺς Ἑζεκίας ἅτε δυσσεβῶν ῥημάτων· διὰ τῆς ἀκοῆς κεκοινωνηκότες ἢ ὡς δι' αὐτοὺς τοῦ θεοῦ βεβλασφημημένου αὐτοὺς γὰρ εἶναι τούτων αἰτίους ὑπελάμβανον· μηδὲ γὰρ συγχωρηθῆναι τῷ πολεμίῳ μέχρις αὐτῶν πυλῶν εἰσελθεῖν τῆς τοῦ θεοῦ πόλεως καὶ τοιαῦτα ἀπαυθαδιάσασθαι. εἰ μὴ τούτων αὐτοὶ ὑπῆρχον αἴτιοι καὶ ἔτι πρὸς τούτοις διὰ τὸ ἀγωνιᾶν μή πη ἄρα καὶ αὐτοὶ τὰ ὅμοια πάθοιεν, οἷς πέπονθε Σαμάρεια καὶ ὁ ἐν αὐτῇ λαὸς διὰ τὰς ἑαυτῶν ἀσεβείας. Σάκκον δὲ περιέθετο ἀντὶ βασιλικῆς ἐσθῆτος ὁ Ἑζεκίας σημεῖα πένθους καὶ κακώσεως ἐπαγόμενος, τούτῳ τε τῷ σχήματι διὰ μέσης ἀνῄει τῆς πόλεως ἀπὸ τῶν βασιλείων οἴκων ἐπὶ τὸν νεὼν τοῦ θεοῦ καὶ ταπεινὸν τῷ θεῷ ἑαυτὸν δεικνὺς οἴκτου καὶ ἐλέους τυχεῖν ἠξίου τῷ σχήματι· τοὺς γὰρ ἑτέρους τῶν ἱερέων τοῦ θεοῦ σάκκους ἀντὶ τῶν ἱερατικῶν ἠμφιεσμένους στολῶν πρὸς τὸν προφήτην Ἠσαΐαν ἔπεμπε φάσκειν αὐτοῖς παραγγείλας· Τάδε λέγει Ἑζεκίας, οὐχ «ὁ βασιλεὺς» προσθείς· οὐ γὰρ ὁ καιρὸς αὐτῷ τοῦτ' ἐπέτρεπε λέγειν ταπεινουμένῳ τῆς παρούσης ἕνεκα συμφορᾶς. εἶτ' ἐπεὶ ἡ παροῦσα περίστασις ἐλεγμοῦ φησιν ἡμέρα ἐστὶ τῷ τὰς ἡμετέρας ἀπελέγχειν ἁμαρτίας, ἀλλὰ καὶ ὀργῆς ἡμέρα τυγχάνει· ἐλεγχόμενοι γὰρ ἄξια ὀργῆς πεπραχότες. ταύτῃ νῦν παραδεδόμεθα ἐοίκαμέν τε ὠδινούσῃ γυναικὶ καὶ μελλούσῃ μὲν ἀποκύειν, ἐξασθενούσῃ δὲ πρὸς τὴν τῶν ὠδίνων καρτερίαν· οὐ γὰρ οἷοί τε ἐσμὲν λέγειν· «ἐκ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας». τούτου χάριν ἐπὶ σὲ τὸν τοῦ θεοῦ ἄνθρωπον ἀνεπέμψαμεν διὰ σοῦ τὸν σὸν θεὸν ἐν καιρῷ παραστῆναι βοηθὸν ἡμῖν ἀντιβολοῦντες· ὃν οὐδὲ ἑαυτῶν θεὸν ὀνομάζειν τολμῶμεν, σὸν δὲ κύριον καὶ θεὸν ἀκριβῶς ὄντα ἐπιστάμεθα. τοῦτον οὖν αὐτὸν ἱκετεύομεν μὴ τοῖς ἡμετέροις ἀποβλέψαι πλημμελήμασι μηδὲ τῶν ἡμετέρων μνήμην ποιήσασθαι ἁμαρτημάτων, ταῖς δὲ ἀθέοις τοῦ πολεμίου φωναῖς καὶ τῇ τοσαύτῃ ὑπερηφάνῳ προσχεῖν ἀλαζονείᾳ, ποιεῖν τε τὸ αὐτῷ φίλον εἴτε συγχωρεῖν εἴτε ἐπεξιέναι βούλοιτο. Σύ γε μήν, ὦ τοῦ θεοῦ προφῆτα, σαυτὸν ὑπομνήσας ὡς τὸ πᾶν ἡμῶν πλῆθος αἰχμάλωτον ἤδη ὑπὸ τοῦ τῷ αὐτῷ γέγονε τῷ Ἀσσυρίῳ πρεσβεῦσαι πρὸς τὸν θεὸν ὑπὲρ ἡμῶν τῶν καταλειφθέντων, μὴ ὀκνήσῃς·