160
ἕτερος τοῦ βασιλέως Ἰσραὴλ θάνατον προαγορεύει. τοῦτο δὲ ἐγίνετο ὡς ἂν μὴ περισπῷτο ὁ λαὸς πόθῳ καὶ λιχνείᾳ προγνώσεων περὶ τὰ τῆς εἰδωλολάτρου πλάνης μαντεῖά τε καὶ χρηστήρια· τοῦ γὰρ αὐτῶν θεοῦ οὐ δι' ἀψύχων ξοάνων, διὰ δὲ τῶν αὐτοῦ προφητῶν τὸ ἱκανὸν αὐτοῖς τῆς τοῦ μέλλοντος γνώσεως παρέχοντος οὐδεὶς αὐτοῖς τῶν ἔξωθεν ἐγίνετο λόγος. ὅθεν καὶ ἐν τοῖς μετὰ χεῖρας ὁ μὲν βασιλεὺς Ἑζεκίας οἷα θεοφιλὴς «εἰς τὸν οἶκον ἀνῄει τοῦ θεοῦ» καὶ τὴν ἀνάγραπτον ἱκετηρίαν ἀνέπεμπε, θεὸς δὲ αὐτῷ ἀποκρίνεται τὸν ἑαυτοῦ προφήτην Ἠσαΐαν ὡς αὐτὸν πέμψας, δεύτερόν τε αὐτῷ τοῦτον ἐκδίδωσι τὸν χρησμόν, ὡς ἄρα εἴη ἀκηκοὼς τῶν τῆς προσευχῆς αὐτοῦ λόγων διδάσκων. Εἶθ' ὡς πρὸς τὸν Ἀσσύριον πολλὰ καταλαζονευόμενον καὶ ἐπαπειλήσαντα τῷ λαῷ καὶ τῷ τόπῳ τοιοῦτόν τινα λόγον ποιεῖται. σὺ μὲν ὦ οὗτος τυραννικῶς ἠπείλεις τοιαῦτα διαθήσειν τὸν ἐμοὶ καθηγησάμενον τόπον νομίζων φοβεῖν ταῖς ἀπειλαῖς τὴν ἀδιάφθορον καὶ διὰ τοῦτο παρθένῳ παραβαλλομένην τοῦ θεοῦ πόλιν, τόν τε ἐν αὐτῇ λαὸν θυγατέρα Σιὼν καὶ θυγατέρα Ἰερουσαλὴμ χρηματίζοντα καὶ παρθένῳ παραβαλλόμενον διὰ τὸ πάσης καθαρεύειν εἰδωλολατρίας. ἡ δὲ θαρσοῦσα τῇ ἑαυτῆς καθαρότητι καὶ τῷ ἑαυτῆς βοηθῷ θεῷ τὸν ὑπερήφανόν σου λογισμὸν καὶ τὰς ἀπειλὰς ἐκείνας ἐξεφαύλισε καὶ ἐμυκτήρισεν ὡς οὐδενὸς ἀξίας. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ἐξουδένωσέ σε καὶ ἐξεφαύλισέ σε θυγάτηρ Σιών, ὄπισθέν σου κεφαλὴν ἐκίνησε θυγάτηρ Ἰερουσαλήμ· εἰ γὰρ καὶ μηδεμίαν ἀπόκρισιν ἐποιήσατο πρὸς σέ, ὅτε τὰς βλασφήμους προΐεσο φωνάς, ἀλλὰ μετὰ τὸ ἀναχωρῆσαι καὶ εἰς τοὐπίσω σε ἀπελθεῖν ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν ἡ προλεχθεῖσα τῆς Ἰερουσαλὴμ θυγάτηρ ἡ αὐτὴ οὖσα τῇ παρθένῳ θυγατρὶ Σιών. καὶ τοῦτ' ἔπραττεν οὐκέτι σιωπὴν ἄγουσα, μετὰ δὲ τοῦ λόγον ἀποδιδόναι· διὸ ἐπὶ σοὶ τὴν κεφαλὴν ἐκίνει. Ὁ δὲ λόγος οὕτως ἦν· τίνα ὠνείδισας καὶ παρώξυνας; ἀνθ' οὗ οἱ λοιποὶ ἑρμηνευταὶ βεβλασφήμηκας ἐκδεδώκασιν, ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; οὐδὲ ἀνέβλεψας εἰς οὐρανὸν οὐδὲ διενοήθης τὸν θεὸν τὸν ὕψιστον οὐδὲ ἐλογίσω, ὡς ἄρα οὗτος εἴη ὁ ἅγιος τοῦ Ἰσραήλ, ὃν ὠνείδισας διασύρων καὶ χλευάζων ὡς ἕνα τῶν πολλῶν θεῶν τῶν ὑποχειρίων σοι γενομένων. ἐλογίσω γὰρ παρὰ σαυτῷ ὡς τῇ σαυτοῦ δυνάμει καὶ τῷ πλήθει τῶν σῶν ἁρμάτων ἀναβεβηκὼς εἴης εἰς τὰ ὑψηλὰ τῶν ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, ὥστε ἀποκόψαι τὸ ἐν τῷ πλήθει τῶν ἐν αὐτῷ κέδρων τε καὶ κυπαρίσσων ἐμφαινόμενον αὐτοῦ κάλλος. ᾐνίττετο δὲ διὰ τούτων τὰς ἐν τοῖς λοιποῖς ἔθνεσιν ἐπηρτημένας καὶ εὐθηνουμένας βασιλείας· τὸ γὰρ πολὺ πλῆθος τοῦ Λιβάνου ἐν ὑψηλοτάτοις κέδροις τε καὶ κυπαρίσσοις ἢ ἀρκεύθοις κατὰ τὸν Σύμμαχον, ἢ ἐλάταις κατὰ τὸν Ἀκύλαν, εἰς εἰκόνα παρείληφε τῶν τότε εὐθηνουμένων ἐθνῶν. ἀντὶ δὲ τοῦ· εἰς ὕψος μέρους τοῦ δρυμοῦ, ὁ Σύμμαχος εἰς ὕψος τοῦ ἄκρου αὐτοῦ εἰς τὸν δρυμὸν τοῦ Καρμήλου αὐτοῦ ἡρμήνευσε, δρυμὸν κἀνταῦθα τὴν ἄκαρπον ὕλην τῶν τὸν θεὸν μὴ ἐπισταμένων ἐθνῶν αἰνιττομένου τοῦ λόγου. ἃ δὴ ὑπὸ χεῖρα πεποιημένος ὁ Ἀσσύριος μέγα φρονῶν ἐφ' ἑαυτῷ ἔλεγεν· ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ. ἔτι δὲ ἀπηυθαδίζετο λέγων· καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὑδάτων, ἢ κατὰ τὸν Σύμμαχον· ἐγώ φησιν ὤρυξα καὶ ἔπιον ὕδωρ καὶ ἠρήμωσα ἐν ἴχνει ποδός μου πάντας ποταμοὺς συνεχομένους. ὁρᾷς ὅπως καὶ ἐν τούτοις ὑδάτων μέμνηται ὁ λόγος καὶ ποταμῶν ἀφανιζομένων ὑπὸ τοῦ Ἀσσυρίου, δι' ὧν οἶμαι σημαίνειν τὰ παρὰ τοῖς ἔθνεσι πλήθη καὶ τοὺς παρ' αὐτῶν περὶ θεῶν λόγους, οἳ τὰς ψυχὰς ἐνόμιζον τρέφεσθαι. τῷ γε μὴν ἴχνει τοῦ ἑαυτοῦ ποδὸς ἐρημίαν εἰργᾶσθαι ἐσεμνύνετο· ἐπ' οὐδενὶ μὲν ἀγαθῷ, ἐπ' ἐρημίᾳ δὲ ὧν ἐπέβη χωρῶν καυχώμενος καὶ ἐπὶ ἀφανισμῷ τοῦ δηλωθέντος τοῦ