1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

161

Λιβάνου κάλλους. ἀλλὰ ταῦτα μὲν σὺ παρὰ σαυτῷ εἶπας ἐν τῇ σαυτοῦ διανοίᾳ λογισάμενος, ὡς ἄρα τῷ πλήθει τῶν ἁρμάτων σου τὰ τοσαῦτα διεπράξω, ἐγὼ δὲ σοί φημι Μὴ σαυτὸν ἀπάτα· οὐ γὰρ τῇ σαυτοῦ δυνάμει τούτων ἁπάντων περιγέγονας. ἐγὼ δὲ ἤμην ὁ ταῦτα τὰ κατ' αὐτῶν ὁρίσας· εἰ σὺ μὴ ἔγνως, εἰ καὶ μὴ ἤκουσας τὴν ἐμὴν ἐξ ἀρχαίου βουλήν· ταῦτα γὰρ αὐτὸς κέκρικα κατὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἐθνῶν πάλαι καὶ ἐξ ἡμερῶν ἀρχαίων διὰ σοῦ πραχθῆναι. νῦν δὲ δι' ἔργων τὴν ἐμὴν ἐπέδειξα βουλὴν ἐγείρας σε ἐπ' ὀλέθρῳ τῶν τιμωρίας ἀξίων καὶ σοὶ χρησάμενος σημείῳ τοῦ ἐξερημῶσαι ἔθνη καὶ ἀναστάτους ποιῆσαι τοὺς οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς, ἃς πρότερον μὲν ἐφύλαττον διασῴζων ἐγώ. Ἐπεὶ δὲ ἠσέβουν μὴ γνωρίζοντες τὸν ἑαυτῶν σωτῆρα, ἀνῆκα τὰς ἐμαυτοῦ χεῖρας σοὶ παραδιδοὺς ἐπὶ τιμωρίᾳ, οἱ δὲ παραχρῆμα ἔρημοι ἐγένοντο τῆς ἐμῆς στερηθέντες ἐπισκοπῆς. διὸ καὶ παραυτίκα ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις· τοῦτο γοῦν αὐτῶν τὸ αἴτιον τῆς ἀπωλείας, ὅτι μηδένα καρπὸν ἀγαθὸν εὐσεβείας προὔφερον. διὸ οὔτε ἀμπέλῳ οὔτε ἐλαίᾳ οὔτε τινὶ τῶν γονίμων φυτῶν, χόρτῳ δὲ ξηρῷ καὶ ἀγρώστιδι παρεικάζοντο, ὅτε δικαιότατα σῇ παρεδόθησαν χειρί. ἀλλ' οὐ σύ γε ταῦτα ἐφρόνησας, ὦ τῶν Ἀσσυρίων ἄρχων, ἄθεα δὲ καὶ ἀσεβῆ λογισάμενος καὶ τὴν ἐμοὶ τῷ θεῷ ἀνακειμένην πόλιν ἐνόμισας ὁμοίως ταῖς λοιπαῖς ταῖς τὸν θεὸν ἀγνοούσαις αἱρήσειν. εἰδὼς δὲ σοῦ τὰς ἐνθυμήσεις καὶ τὴν ἔξοδον καὶ τὴν εἴσοδον τῶν σῶν λογισμῶν ἔτι καὶ ταῦτα πρὸς σέ φημι, ὡς οὐκ ἔλαθέ με ὁ θυμός, ᾧ κέχρησαι κατὰ τοῦ χρηματίζοντος ἐμοῦ λαοῦ, ἀλλὰ καὶ ἡ πικρία σου ἀνέβη πρός με, ἢ κατὰ τὸν Σύμμαχον· ἀνέβη ἡ ἀλαζονεία σου εἰς τὰ ὦτά μου. ἐπεὶ τοίνυν τοιαῦτά σοι τετόλμηται, ἄκουε λοιπόν, ὦ οὗτος τὰ διαδεξόμενά σε φιμὸν κατὰ τοῦ στόματός σου τοιοῦτον ἐμβαλῶ, ὡς καὶ τὴν ῥῖνα αὐτὴν συσχεῖν καὶ ἀποπνῖξαι πρὸς τὸ μηκέτι τοιαῦτα φθέγγεσθαι, κατὰ δὲ τὸν Σύμμαχον· καὶ δώσω φησὶ κρίκον εἰς τὸν μυκτῆρά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου, ἵνα μὴ ὅπου βούλει ἀπίῃς, ἕλκοιο δὲ καὶ μὴ βουλόμενος εἰς τοὐπίσω· ἀποστραφῆναι γάρ σε δεήσει τῇ ὁδῷ, ᾗ τὴν ἐνταῦθα πεποίησαι πορείαν. Ταῦτα μὲν οὖν ὡς πρὸς τὸν ἄρχοντα τῶν Ἀσσυρίων, εἰ καὶ μὴ τῷ σώματι πάρεστιν, ὅμως δ' οὖν καὶ πρὸς ἅπαντα εἰρήσθω. ἐπεὶ δὲ καὶ σοὶ χρὴ τῷ Ἑζεκίᾳ πρὸς ἃς πεποίησαι εὐχὰς ἀποκρίνασθαι, δέχου δὴ καὶ τὸν πρὸς σὲ λόγον· τὰ μὲν εἰρημένα περὶ τοῦ ἄρχοντος τῶν Ἀσσυρίων ἀκήκοας, εἰ δὲ σοὶ δεῖ σημείου πρὸς πίστωσιν τῶν ἐμῶν λόγων, ἴσθι ὅτι τὸν παρόντα ἐνιαυτὸν τοῖς ἀπὸ γῆς αὐτομάτως ἀναδοθησομένοις πρὸς τροφὴν χρήσῃ, τῷ δὲ μὴ δύνασθαι συνήθως τὴν χώραν γεωργίας τυχεῖν διὰ τὴν τῶν πολεμίων ἔφοδον. διόπερ φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας. ἀντὶ δὲ τοῦ· ἃ ἔσπαρκας, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ αὐτόματα ἐκδεδώκασι. καὶ τῷ ἐπιόντι δὲ ἐνιαυτῷ ὁμοίως φάγε τὰ ὑπολειφθέντα ἐκ τοῦ προτέρου ἔτους. ἀντὶ δὲ τοῦ· τῷ δευτέρῳ ἔτει τὸ κατάλειμμα, ὁ μὲν Ἀκύλας καὶ τῷ ἔτει τῷ δευτέρῳ αὐτοφυῆ ἐκδέδωκεν, ὁ δὲ Σύμμαχος· καὶ τῷ ἔτει τῷ δευτέρῳ ἀπὸ δένδρων, ὁ δὲ Θεοδοτίων· καὶ τῷ ἔτει τῷ δευτέρῳ αὐτοφυῆ, δύο δὲ τούτους ἐνιαυτοὺς στενοχωρηθέντες διὰ τὸ μὴ ὁμοίως γεωργίας τυχεῖν τὴν χώραν. τῷ τρίτῳ ἔτει πληρωθήσεσθε πάσης εὐθηνίας· σπείραντες γοῦν ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν, εὖ εἰδότες ὡς οἱ περιλειφθέντες ἐν τῇ Ἰουδαίᾳ μετὰ τὴν αἰχμαλωσίαν τοῦ ἐν Σαμαρείᾳ πλήθους ἐν εἰρήνῃ διατελέσετε, εἰ κατὰ τὴν ἐμὴν βουλὴν ῥίζαν ἐμβαλόντες ἑδραίαν θεοσεβείας ἐν τῇ ἑαυτῶν ψυχῇ, καρπὸν τῆς ἐμῆς γεωργίας ἅγιον ἄνω βλέποντα πρός με ἀποδώσετε. οὕτω γοῦν διασωθήσονται οἱ ἐπὶ τῆς Ἰερουσαλὴμ καταλειφθέντες, εἰ γένοιντο καρποφόροι παρ' ἐμοὶ καὶ «τοὺς ἀξίους αὐτῶν» ἀποδίδοιεν «καρπούς»· «ζηλῶν» γὰρ ὁ κύριος ὡς ὑπὲρ οἰκείας τῆς ἀνακειμένης αὐτῷ πόλεως καὶ τοῦ χρηματίζοντος αὐτοῦ λαοῦ ταῦτα