162
πάντα δωρήσεται. Καὶ οὔτε ὁ τῶν Ἀσσυρίων βασιλεὺς οὐθ' ἕτερός τις ἐπιβήσεται τῆς πόλεως οὔτε ἐπιτραπήσεταί τις πόλεμον ἄρασθαι κατ' αὐτῆς· αὐτὸς γὰρ ἐγὼ ὡς ἂν ὑπὲρ ἐμῆς πόλεως ὑπερασπιῶ καὶ σώσω αὐτήν τε καὶ τοὺς ἐνοικοῦντας· τοῦτο γὰρ ἐμοὶ θεῷ ὄντι πρέπει. διὸ ταῦτα πράξω δι' ἐμέ, ἀλλ' οὐ διὰ τὸ ἀξίους εἶναι τοὺς βοηθουμένους. εἰ δὲ χρὴ καὶ ἄνδρα τιμῆσαι ὡς φάναι προστήσασθαι τῆς πόλεως, διὰ ∆αυὶδ τὸν ἐμὸν παῖδα, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· τὸν ἐμὸν δοῦλον, κτίστην τῆς πόλεως καὶ πρῶτον βασιλέα τῶν αὐτόθι γενομένων φυλάξω τὴν πόλιν, ὡς ἂν καὶ ἕτεροι μαθόντες, ὅσης ἠξίωται παρ' ἐμοὶ τιμῆς ὁ θεοφιλὴς ἀνήρ, ζηλωταὶ αὐτοῦ καὶ μιμηταὶ τῆς θεοσεβείας γένοιντο. Οἱ μὲν οὖν τοῦ θεοῦ λόγοι διὰ Ἠσαΐου τοῦ προφήτου τοῦτον ἀπηγγέλλοντο τὸν τρόπον τῷ βασιλεῖ Ἑζεκίᾳ. οὐκ εἰς μακρὸν δὲ τοῖς λόγοις φοβερά τις καὶ θεϊκὴ πρᾶξις εἵπετο αὐτίκα μετὰ ταύτας τὰς φωνάς, οὐ δι' ἀνθρωπίνης μεθόδου μυριάδες ἀθρόων ἀνδρῶν εὕρηντο νεκρῶν βεβλημέναι ὑπὸ χειρὸς ἑνὸς ἀγγέλου· τοσοῦτος γὰρ ἦν οὗτος ὡς θεοῦ κρίσει διακονήσασθαι καὶ τοσαῦτα πλήθη τῶν πολεμίων ἀνελεῖν, ὅπως ἔργῳ πεῖραν λάβοι ὁ τούτων βασιλεύς, οἵου καταβλασφημεῖ θεοῦ. τούτου γοῦν ἕνεκεν τοσούτων ἀπολλυμένων οὐ συναπώλλυτο, ὡς ἂν θεωρὸς γενόμενος τούτου πραχθέντος τὴν ἄθεον αὐτοῦ γλῶτταν ἐπιστομίσειε. διὸ δὴ εἴρητο ἐν τοῖς τοῦ θεοῦ λόγοις· «καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου» πρὸς τὸ μὴ τοιαῦτα φθέγγεσθαι τολμᾶν. πλὴν εἰ καὶ μὴ συναπήλαυσεν τῷ πλήθει διὰ τὴν εἰρημένην αἰτίαν, δι' ἣν καὶ Φαραὼ τῶν λοιπῶν Αἰγυπτίων κολαζομένων θεωρὸς ἐφυλάττετο, ὅμως γοῦν τοὺς ἑαυτοῦ παῖδας εὗρεν ἑαυτοῦ φονέας ἐπὶ τῆς οἰκείας γενόμενος γῆς. 2.14 Ὁ εἰπὼν θεός· «ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω 2.14 κἀγὼ ἰάσομαι», τοὺς πολεμίους πατάξας κρίσει δικαίᾳ δι' ἑνὸς ἀγγέλου τὸν θεοφιλῆ βασιλέα ἰάσατο καὶ ἐζωοποίει «ῥυόμενος αὐτὸν ἐκ θανάτου» δι' ἑαυτοῦ. καλῶς οὖν ἐπεσημήνατο φήσας· ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἑζεκίας ἕως θανάτου, ἢ κατὰ τὸν Ἀκύλαν· τοῦ ἀποθανεῖν, ἢ κατὰ τοὺς λοιπούς· εἰς θάνατον· ἐν γὰρ ἐκείνῳ τῷ καιρῷ, καθ' ὃν τὰ προλεχθέντα πεπόνθασιν οἱ Ἀσσύριοι, ὁ τοῦ θανάτου καιρὸς ἐπέστη τῷ Ἑζεκίᾳ. βουλόμενος δὲ σῶσαι αὐτὸν ὁ θεὸς οὐκ ἐν ἀδήλῳ κατέλιπε τὸ μέλλον τὴν μαλακίαν αὐτοῦ διαδέξασθαι τέλος. διὸ προφάσεις αὐτῷ σωτηρίας παρέχων τὸ τῆς ἀρρωστίας τέλος φανερὸν αὐτῷ καθίστη διὰ τοῦ προφήτου, ὡς ἂν μαθὼν προσεύξοιτο καὶ προσευξάμενος τύχοι προσθήκης ζωῆς καὶ μετὰ τὸν ὡρισμένον κατ' αὐτοῦ θάνατον, διδάσκοντος ἡμᾶς τοῦ λόγου, ὡς οὐκ ἀνάγκη τις εἱμαρμένης τῆς ἀνθρωπίνης ζωῆς οὐδ' ἀπαράτρεπτος ἀνθρώποις καιρὸς ὥρισται θανάτου. θεὸς δὲ αὐτὸς κρατῶν ἁπάντων καὶ ζωῆς αἴτιος καὶ θανάτου τυγχάνει, δι' οὓς οἶδεν αὐτὸς λόγους ἕκαστον τῶν εἰς τὸν βίον παριόντων κατὰ τούσδε ἢ τούσδε τοὺς χρόνους παράγων καὶ ἐπὶ τοσοῖσδε ἢ τοσοῖσδε ἔτεσι καὶ διὰ τοιᾶσδε ἢ τοιᾶσδε συνάγων τελευτῆς, μόνῳ τε αὐτῷ καὶ τοὺς ἐν αὐταῖς ὡς εἰπεῖν «ταῖς τοῦ θανάτου πύλαις» γενομένους δυνατόν ἐστιν ἀνακαλέσασθαι· ὡς νῦν μὲν τὸν Ἑζεκίαν ἐξ ἀρρωστίας θανατικῆς διασώσασθαι καὶ προσθήκην αὐτῷ ζωῆς χαρίσασθαι ὅλων ἐτῶν πέντε καὶ δέκα· ἑτέρους δὲ καὶ μετὰ τὸ τεθνάναι ἀναβιῶναι ποιῆσαι, ὅσους ἡ θεία παρίστησι γραφή. ὡς ἐξ ἅπαντος λελύσθαι τοὺς περὶ εἱμαρμένης λόγους διὰ τὸ καὶ αὐτῆς ἀνάγκης καὶ πάσης οὐσίας τε καὶ φύσεως τὸν ἐπὶ πάντων θεὸν κρατεῖν. ταῦτ' εἰδὼς ὁ Ἑζεκίας, ὅτε μὲν ὑγιὴς τὸ σῶμα ἦν, ἐπὶ τὸν νεὼν ἔσπευδε τοῦ θεοῦ κἀκεῖ τὸν θεὸν αὐτοῦ τε καὶ τοῦ λαοῦ καὶ τῆς πόλεως σωτῆρα γενέσθαι ἀνεκαλεῖτο· ἐπεὶ δὲ τοῦτο πράττειν ἐπὶ τοῦ παρόντος ἀπεῖργεν ἡ νόσος, ἐξ αὐτῆς στρωμνῆς τὴν εὐχὴν ἀνέπεμπε τῷ θεῷ πανταχοῦ παρεῖναι καὶ παντὸς εἶναι θεοσεβοῦς ἐπήκοον πεπεισμένος. εἶτ' αὐτὸ μόνον μνημονεύσας σὺν πολλῇ παρρησίᾳ ὡς εὐαρέστως αὐτῷ βεβιωκὼς εἴη, οὐκέτι προσετίθη τὴν