163
παραίτησιν τοῦ θανάτου οὐδὲ χρόνους ζωῆς ἐξῃτεῖτο· εἰδὼς τὸν θεὸν τῶν κατὰ διάνοιαν αὐτοῦ λογισμῶν ὄντα ἐπιγνώμονα τῷ νεύματι τὸ τῆς εὐχῆς ἐπιτρέπων τέλος προσετίθει καὶ κλαυθμὸν μέγαν, ἐφ' ᾧ τὸν νοῦν ἐπιστῆσαι ἄξιον. τί δή ποτε τούτῳ κέχρητο ὁ θεοσεβὴς ἀνὴρ ἀγαθὰς αὐτῷ δέον τὰς μετὰ θάνατον ὑπογράφειν ἐλπίδας, ὅτε μάλιστα αὐτὸν ἀνεκαλεῖτο μάρτυρα τὸν θεὸν ἀγαθῇ συνειδήσει τοῦ μετὰ ἀληθείας καὶ ἐν καρδίᾳ ἀληθινῇ εὐαρέστως αὐτῷ βεβιωκέναι. Τὸ μὲν οὖν αἴτιον τοῦ κλαυθμοῦ προϊὼν αὐτὸς διδάξει, τέως δὲ ὁ προφήτης ἅμα τῷ δεηθῆναι τοῦ θεοῦ τὸν βασιλέα δεύτερον ἀποσταλεὶς παρὰ τοῦ θεοῦ· Τάδε λέγει κύριος ὁ θεὸς ∆αυὶδ τοῦ πατρός σου ἔλεγε. πατέρα δὲ αὐτοῦ τὸν ∆αυὶδ ὁ θεὸς ἐκάλει τὴν ἀνωτάτω μαρτυρίαν αὐτῷ παρέχων ὡς ἀξίῳ τὸν θεοφιλῆ πατέρα ἐπιγράφεσθαι τῆς τῶν τρόπων ὁμοιότητος χάριν. διὸ καὶ ἐν ταῖς ἱστορίαις ἐμνημονεύετο «πεποιηκὼς τὸ εὐθὲς κατὰ πάντα ὡς ∆αυίδ». διὸ διὰ τοῦ προφήτου φησὶν ὁ θεός· Ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου. ἐπεὶ καὶ οἱ λόγοι τῆς προσευχῆς οὐκ «ἐν πολυλογίᾳ» περιεχόμενοι ἄξιοι τῶν ἀκοῶν ἦσαν τοῦ θεοῦ καὶ τὸ τῶν δακρύων ἔργον κατὰ καιρὸν εὐλόγως καὶ ἀναγκαίως γενόμενον τοὺς τῆς ἐπισκοπῆς τοῦ θεοῦ εἷλκε πρὸς αὐτὸν ὀφθαλμοὺς ἐπικλῶν αὐτοῦ τὸ φιλάνθρωπον. διὸ καὶ ἐπινεύει αὐτῷ ζωῆς προσθήκην ἔργῳ παριστάς, ὡς οὔτε φύσει ἀτάκτῳ θάνατος ἀνθρώποις ὥρισται οὔτε ἀνάγκῃ ἀπαραιτήτῳ. οὐ μόνον δὲ χρόνους αὐτῷ ζωῆς, ἀλλ' ἐκ περιουσίας οἷα θεὸς καὶ εὐζωΐαν αὐτῷ τὴν ἐν εὐσταθεῖ καὶ εἰρηναίῳ βίῳ ἐπαγγέλλεται, αὐτόν τε ὁμοῦ καὶ τὸν σὺν αὐτῷ λαὸν καὶ τὴν πόλιν ἐκ τῆς τῶν πολεμίων χειρὸς διασώσειν ὑπισχνούμενος, σημεῖόν τε αὐτῷ παρεῖχε τῆς τῶν εἰρημένων πίστεως δι' ἑτέρου παραδόξου. διό φησι· τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει ὁ θεὸς τὸ ῥῆμα τοῦτο· ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς, κατὰ δὲ τὸν Σύμμαχον· ἰδού φησιν ἐγὼ παλινδρομήσω τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος ἐν τῷ ὡρολογίῳ Ἄχαζ τοῦ πατρός σου ὀπισθίως δέκα ἀναβάσεις. πῶς δὲ οἶκος ἦν τοῦ πατρὸς Ἑζεκίου, λέγω δὴ τοῦ Ἄχαζ ἀνδρὸς εἰδωλολάτρου, ὁ εἰσέτι καὶ νῦν δεικνύμενος ἐν Ἱεροσολύμοις οἶκος ἀμφὶ τὸν περίβολον τοῦ ἱεροῦ τυγχάνων ὃν εἰσέτι καὶ νῦν Ἑζεκίου καλοῦσιν, οὐκ ἔχω λέγειν αὐτός. διόπερ ἀναγκαίως τῇ τοῦ Συμμάχου ἑρμηνείᾳ τὸν νοῦν ἐπιστήσας οὐκ οἶκον τοῦ Ἄχαζ ὀνομαζόμενον εὗρον τὸν τόπον, ἀλλ' ὡρολόγιον τοῦ Ἄχαζ καὶ μήποτε ἡ ἐν τῷ τόπῳ κατασκευὴ τῶν βαθμῶν εἰς ὡρολόγιον πεποίητο τοῦ Ἄχαζ ἐκ τῶν ἐν αὐταῖς ἡλίου βολῶν τὰς ὥρας τῆς ἡμέρας ἐπισημαίνεσθαι εἰωθότος. κατὰ δὲ τὸν Ἀκύλαν· ταῖς ἀναβάσεσιν Ἄχαζ εἴρηται, καὶ κατὰ τὸν Θεοδοτίωνα· ἐν τοῖς ἀναβαθμοῖς Ἄχαζ, κατ' οὐδένα δὲ τῶν ἑρμηνευτῶν οἶκος τοῦ Ἄχαζ ἐμαρτυρήθη εἶναι ὁ τόπος, ἀλλ' ἤτοι ὡρολόγιον ἢ ἀνάβασις, τάχα που τοῦ Ἄχαζ ταύτῃ χρωμένου τῇ εἰς τὸν περίβολον εἰσόδῳ ἔνθα προποδίσαντος κατὰ τὴν τοῦ οὐρανοῦ περιφορὰν τοῦ ἡλίου καὶ εἰς τοὐπίσω παραδόξως ἀπὸ δυσμῶν ἐπ' ἀνατολὰς ἐλθόντος καὶ δεύτερον δρόμον κατὰ τῶν αὐτῶν ὡρῶν διιππεύσαντος. σημεῖον μὲν ὑπῆρχε τὸ θαυμαστὸν καὶ τὸν Ἑζεκίαν ἀπὸ δυσμῶν τοῦ ἡλίου ἐπὶ δευτέραν παλινδρομῆσαι ζωήν. ∆ιπλοῦν δ' ἀπελάμβανε μῆκος ὡρῶν ὁ τῆς ἡμέρας ἐκείνης χρόνος, ἐπεὶ δὲ τῷ θαύματι τῆς τοῦ θεοῦ ἐπαγγελίας τυχὼν ὁ βασιλεὺς εὐχαριστήριον συντάττει λόγον. διὸ γέγραπται κατὰ τὸν Ἀκύλαν· γραφὴ Ἑζεκίου βασιλέως Ἰούδα ἐν τῷ ἀρρωστῆσαι αὐτόν. καὶ ἔζησεν ἀπὸ τῆς ἀρρωστίας αὐτοῦ, καὶ κατὰ τὸν Θεοδοτίωνα γραφὴ Ἑζεκίου βασιλέως Ἰούδα εἴρηται, παρ' οὐδενὶ δὲ προσευχή. ∆ιὸ λόγον εὐχαριστήριον προσήκει λέγειν τὴν παροῦσαν γραφήν, ἐν ᾗ φησιν· Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι ἐν πύλαις ᾅδου, ἤ· ἐγὼ εἶπα ἐν τῇ πληρώσει τῶν ἡμερῶν