164
μου κατὰ τὸν Ἀκύλαν, ἤ· ἐγὼ εἶπα ἐν τῷ ἀρρωστῆσαί με κατὰ τὸν Θεοδοτίωνα, κατὰ δὲ τὸν Σύμμαχον· ἐγὼ εἶπον ἐν τῷ κατασιγασθῆναι τὰς ἡμέρας μου· συνιδὼν γὰρ ἐμαυτὸν «ταῖς τοῦ θανάτου πύλαις» ἤδη λοιπὸν πλησιάζοντα ἀπέγνων καὶ ἀπήλπισα ἐμαυτοῦ τὴν ἐν ἀνθρώποις ζωήν. διὸ εἶπον· καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα, ἀλλὰ καὶ τοῦτο εἶπον παρ' ἐμαυτῷ, ὅτι στερηθεὶς τῆς ζωῆς οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ γῆς ζώντων. κατὰ δὲ τὸν Σύμμαχον· οὐκ ὄψομαί φησι τὸν κύριον ἐπὶ γῆς ζώντων. ταῦτα δὲ εἶπον πρὸς ἐμαυτόν φησιν ἐννοῶν, μὴ ἄρα ποτὲ ἀνάξιος εἴην τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς καὶ τῆς μερίδος τῶν παρ' αὐτῷ ζώντων, ἔνθα τὸ σωτήριον ἦν τοῦ θεοῦ· οὐ γὰρ ἠγνόει τὸ φῆσαν λόγιον ἐν Ψαλμοῖς· «ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέ σε», «εὐαρεστήσω τῷ κυρίῳ ἐν χώρᾳ ζώντων», καὶ αὖθις· «εὐαρεστήσω τῷ κυρίῳ ἐν φωτὶ ζώντων»· «χώραν» οὖν «ζώντων» ἑτέραν εἰδὼς παρὰ τὸν ἐνεστῶτα βίον καὶ «ψυχῆς ἀνάπαυσιν» τὴν παρὰ τῷ θεῷ καὶ «φῶς», οὐ τὸ ἐξ ἡλίου, τὸ δὲ «τῶν παρὰ θεῷ ζώντων» ἐπιστάμενος, εἶτα πεφροντικὼς μήποτε στερηθείη τούτων μηδὲ ἐκπέσοι τοῦ σωτηρίου τοῦ θεοῦ, ὅπερ ἦν ὁ Χριστὸς αὐτοῦ. εἰκότως ἐν ἀγῶνι καταστὰς τῶν μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου ὑπομιμνῄσκει μὲν τῆς ἑαυτοῦ θεοσεβείας τὸν θεόν· διὰ δὲ τοῦ κλαυθμοῦ μὴ ἐκπεσεῖν «τῆς χώρας τῶν ζώντων» κατηντιβόλει. καὶ τοῦτο δὲ ὑπερηγωνία μὴ μετὰ θάνατον οὐ μὴ ἴδῃ ἄνθρωπον θεοῦ καὶ οὐ μὴ μετὰ τῶν μακαρίων καὶ θεοφιλῶν ψυχῶν ἀναπαύσοιτο. Ἔτι καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις ἐλύπει τὸν Ἑζεκίαν τὸ μηδένα διάδοχον ἐκ σπέρματος ὑπάρχειν αὐτοῦ, μήπω παιδὸς αὐτῷ γενομένου, καθ' ὃν χρόνον ταῦτα ἔλεγεν. ἐπειδὴ τοίνυν ἄπαις ἔμελλε τελευτᾶν μηδένα καταλείπων διάδοχον, ἐξ οὗ τὸ σωτήριον γενέσθαι ἀνθρώποις προσεδοκᾶτο, εἰκότως ὡς ἂν τῆς τοῦ Χριστοῦ γενέσεως τῆς «ἐκ σπέρματος ∆αυὶδ» στερόμενος ἀπεκλαίετο, ἔλεγον δέ φησι παρ' ἐμαυτῷ ὡς ἄρα ἐξῆλθε τὸ πνεῦμά μου καὶ ἀπῆλθεν ὥσπερ ὁ πήξας σκηνήν, ἔπειτα καταλύων σκηνήν, σκηνὴν μὲν λέγων τὸ σῶμα, ἐπεὶ καὶ ὁ θεῖος Ἀπόστολος «σκῆνος» ὠνόμαζεν αὐτὸ λέγων· «ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι», λύσιν δὲ τῆς σκηνῆς τὴν ἀπόθεσιν τοῦ σώματος, ἣν ἐποιεῖτο τὸ πνεῦμα καταλύον καὶ καταλεῖπον τὸ σῶμα. ἀλλὰ καὶ ὥσπερ ἱστὸς ἐρίθου τὸ ὕφασμα λοιπὸν ἀποτεμνούσης, οὕτω καὶ τὰ τῆς ἐμῆς ζωῆς καὶ τοῦ βίου παντὸς τὸ ὕφασμα περὶ τέλος ἤλαυνεν ἀποτεμνόμενον· ἕκαστος γοῦν τῶν ἁγίων στολὴν ὑφαίνει καὶ κόσμον τῇ ἑαυτοῦ περιτίθησι ψυχῇ διὰ τῶν αὐτοῦ πράξεων. διὸ ὥσπερ ἱστὸν ἐρίθου ἑαυτὸν ἔλεγεν, ἐγγιζούσης δὲ ἐκτεμεῖν προσετίθη διὰ τὸν ἐπιστάντα αὐτῷ θάνατον ὥς φησι· παρεδόθην ὥσπερ τινὶ ἀνθρωποβόρῳ λέοντι, ὃς τέως μὲν διὰ τῆς ἐπιτεθείσης μοι ἀρρωστίας διὰ πάσης νυκτὸς καὶ ἡμέρας συνέτριψε πάντα τὰ ὀστᾶ μου, μικροῦ δὲ δεῖν καὶ ὅλον αὐτὸν καταπίνειν με ἔμελλεν. ὅμως δ' οὖν ἐν τούτοις γενόμενος οὐκ ἐξησθένησα οὐδὲ τοῦ θεοῦ μου ἀνεχώρησα ἀναλαβὼν δὲ ἐμαυτὸν πίστει καὶ ἐλπίδι ἀγαθῇ, κλαυθμῷ καὶ γόοις καὶ προσευχῇ παρέδωκα ἐμαυτόν. Εἶθ' ὡς χελιδὼν ἐφώνουν ἀποδυρόμενος καὶ ὡς περιστερὰ ἐμελέτων ἀποκλαόμενος, εὐχομένου δέ μού φησιν ἐπιμόνως καὶ ἐγκειμένου τῇ πρὸς τὸν θεὸν ἱκετηρίᾳ ἐξέλιπον οἱ ὀφθαλμοί μου τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον. ὁ δὲ μὴ μελήσας ἐξείλετό με καὶ ἀφείλετό μου τὴν ὀδύνην τῆς ψυχῆς, μονονουχὶ τὸν αὐτὸν λόγον πιστωσάμενος, ὃν ἐπήγγελται τοῖς ἁγίοις αὐτοῦ εἰπών· «ἔτι λαλοῦντός σου ἐρῶ Ἰδοὺ ἐγὼ πάρειμι». Οὕτως οὖν καὶ «τὴν ψυχήν μου ἐρρύσατο ἐκ θανάτου». περὶ αὐτῆς γὰρ ἀπήγγελον καὶ ὑπὲρ αὐτῆς διὰ τῆς προσευχῆς παρεκάλουν· μάλιστα γάρ μοι τῆς ψυχῆς ἔμελλεν, ὅπως μὴ ὑπὸ τοῦ θανάτου καταποθῇ, ἀλλ' εἰσακούσας ἐξήγειράς με, ὦ κύριε, καὶ παρακληθεὶς ἔζησα, κατὰ δὲ τὸν Σύμμαχον· ἀνέθαλάς μέ φησι καὶ ἐζώωσάς με καὶ μετέβαλες τὴν πικρίαν μου εἰς