165
εἰρήνην καὶ εἵλου τὴν ψυχήν μου ἡρπάσας αὐτὴν ἐξ αὐτῶν, ἤδη «τῶν τοῦ θανάτου πυλῶν», ἵνα μὴ ἀπόληται τὴν ψυχῆς ἀπώλειαν, καὶ τοῦτ' ἔπραξας, οὐχ ὅτι τούτων ἄξιος ἤμην ἐγώ· πολλῶν γὰρ μεστὸς ἁμαρτιῶν αὐτὸς ὑπῆρχον, ἀλλὰ τῷ σῷ ἐλέῳ καὶ τῇ σῇ φιλανθρωπίᾳ ταῦτα παρέστη. διὸ μακρὰν καὶ ὀπίσω τὰς ἐμὰς ἀπέρριψας ἁμαρτίας καὶ τούτων με κατηξίωσας «ἐκ τοῦ τῆς ψυχῆς θανάτου ῥυσάμενός με», ἵνα μὴ ἀπόληται στερηθεῖσα μὲν «τῆς παρά σοι χώρας τῶν ζώντων», κατασυρεῖσα δὲ ἐπὶ τὸν τοῦ ᾅδου βυθὸν καὶ ταῖς τῶν ἀσεβῶν ψυχαῖς συγκαταλεγεῖσα. οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου· χωρίον γάρ ἐστιν ἀσεβῶν τοῦτο. διὸ τὴν ψυχήν μου ἐλευθερωθεὶς ἐξ αὐτοῦ χαίρων ἀποδίδωμι τῷ θεῷ τὴν εὐχαριστίαν. «ἡ δὲ χώρα τῶν παρὰ θεῷ ζώντων» καὶ τοὺς αἰνοῦντας ὑποδέξεται· ἔνθα καὶ αὐτὸς λοιπὸν γενήσεσθαι πιστεύω τοῦτό μοι τῆς σῆς δωρησαμένης χάριτος. Εἰ δὲ καὶ πρότερον ἐκλελοίπει «ἐκ τῆς συγγενείας μου» διαδοχή, ἀλλὰ νῦν θαρσῶν τῷ σῷ ἐλέῳ πιστεύω, ὅτι ἀπὸ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, διὸ οὐ παύσομαι εὐλογῶν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. καὶ τοῦτο πράξω κατέναντι τοῦ οἴκου τοῦ θεοῦ σοὶ προσεδρεύων διὰ παντὸς καὶ ἀχώριστος γινόμενος τοῦ σοῦ ἁγιάσματος. ταῦτα μὲν «ἡ τοῦ Ἑζεκίου» περιεῖχε «γραφή», μεθ' ἣν ἑπτὰ διαγενομένων ἐτῶν υἱὸς αὐτῷ γίνεται Μανασσῆς. τοῦτο δὲ δῆλον ἀπὸ τοῦ «πέντε καὶ δέκα μὲν ἔτη προστεθῆναι» αὐτοῦ τῇ ζωῇ μετὰ τὴν ἀρρωστίαν τελευτήσαντα δ' αὐτὸν διαδέξασθαι τὸν υἱὸν ὀκταετῆ ὄντα ὡς ἡ τῶν Ἱστοριῶν περιέχει βίβλος. Μετὰ ταῦτα ἑτέρου τινὸς ὡς οἶμαι πάθους ἐπισυμβάντος τῷ Ἑζεκίᾳ περὶ τὸ σῶμα· ἕλκος δὲ ἦν μερικόν, ὡς ἂν μὴ πάντα τις καὶ τὰ βραχύτατα παρὰ τοῦ θεοῦ αἰτοίη, συμβουλεύει ὁ προφήτης παλάθῃ ἐκ σύκων χρήσασθαι καὶ καταπλάσαι τὸ ἕλκος διδάσκων, ὡς οὐ πάμπαν ἀπόβλητα γένοιτ' ἄν ποτε καὶ τὰ παρὰ ἀνθρώποις πρὸς θεραπείαν τοῦ σώματος ἐπινοούμενα. ἔστι δὲ ὅτε καὶ τούτοις χρηστέον ὡς καὶ τοῦ προφήτου τοῦτο πρᾶξαι παραινέσαντος. καὶ οἱ λοιποὶ δὲ πάντες ἕλκος ὠνόμασαν τὸ διὰ τῆς παλάθης θεραπευθέν, ἀλλ' οὐχ ἕλκος ἦν τὸ πρῶτον, ἀρρωστία δὲ καὶ «μαλακία πρὸς θάνατον», διὸ ἐπ' ἐκείνης μὲν κλαυθμοὶ καὶ προσευχαὶ καὶ θεοῦ ἐπισκοπὴ παρελαμβάνοντο· ἐπὶ δὲ τοῦ μερικοῦ ἕλκους σωματικὴ θεραπεία, ἣν ὁ προφήτης ὑποβέβληκεν. ὁ δέ γε βασιλεὺς οὐ τὴν παλάθην βούλεται σημεῖον αὐτῷ θεραπείας γενέσθαι, ἀλλά· Τοῦτό φησιν ἐμοὶ σημεῖον ἔσται σωτηρίας τὸ ἀναβῆναι εἰς τὸν οἶκον τοῦ θεοῦ. ἀπαρκεῖ γάρ μοι τὸ δύνασθαι ἀνιέναι καὶ προσκυνεῖν τὸν ἐμὸν σωτῆρα, ἔνδον εἰς τὸν οἶκον αὐτοῦ παριόντα· τοῦτο γάρ μοι παντὸς ἔσται ἀγαθοῦ κρεῖττον, τὸ δὲ τοῦ ἕλκους ἀδιάφορον, εἰ μή μοι γίγνοιτο ἐμποδὼν τῆς εἰς τὸν οἶκον τοῦ θεοῦ παρόδου. 2.15 Συνεξετάζουσιν ἡμῖν καὶ διερευνωμένοις τὰ κατὰ τοὺς παρόντας τόπους ὁ τῶν Ἰουδαίων διδάσκαλος ἔλεγε νενοσηκέναι μὲν τὸν Ἑζεκίαν, ἐπεὶ μὴ εἰρήκει ᾠδὴν εἰς τὸν θεὸν εὐχαριστήριον ἐπὶ τῇ πτώσει τῶν Ἀσσυρίων, ὡς Μωσῆς ᾖσεν ἐπὶ τῇ ἀπωλείᾳ τῶν Αἰγυπτίων καὶ ὡς ∆εββώρα ἐπὶ τῇ ἀπωλείᾳ τοῦ Σισάρα καὶ ὡς Ἅννα ἐπὶ τῇ γενέσει τοῦ Σαμουήλ· ὅπερ μὴ ποιήσαντα τὸν Ἑζεκίαν τῇ νόσῳ περιπεσεῖν· τὸν δὲ Βαβυλώνιον ἐγνωκέναι τὴν ἀπὸ τῆς νόσου ῥῶσιν αὐτοῦ καὶ ἀπεσταλκέναι πρὸς αὐτὸν ἄνδρας οὐκ ἀργῶς, ἀλλ' ἐπειδὴ συνέβη τὴν ἡμέραν ἐκείνην, καθ' ἣν τὸ σημεῖον τῆς τοῦ ἡλίου ἀναδρομῆς ὡρῶν γεγενῆσθαι διπλασιόνων· μὴ γὰρ λαθεῖν τοῦτο τοὺς Βαβυλωνίους δεινοὺς ὄντας περὶ τὴν τῶν ἄστρων θεωρίαν. καὶ ἐπειδὴ τὸν ἥλιον θεοποιοῦντες συνεῖδον, ὡς ὑπὸ κρείττονος περιηνέχθη εἰς τοὐπίσω δυνάμεως· τούτου χάριν ζητῆσαι τὸ τούτου αἴτιον. εἶτ' ἐπειδὴ πολυπραγμονήσαντες ἔμαθον τὸν τῶν Ἑβραίων θεὸν μέγαν εἶναι, τὸν καὶ τοῦ παντὸς κόσμου δημιουργόν· τοῦ τε βασιλέως Ἑζεκίου τὴν ἀρρωστίαν, δι' ἣν καὶ τὸ θαῦμα γέγονεν, εἰκότως καταπλαγέντα τὸ πεπαγμένον