168
παράκλητοι ὄντες τὸν λαὸν τοῦ θεοῦ παρεκάλουν, ἀλλὰ καὶ ἐλάλουν εἰς τὴν καρδίαν Ἰερουσαλήμ, ἤτοι τὴν κατὰ διάνοιαν ἐπινοουμένην, λέγω δὲ τὸ κρεῖττον τάγμα τοῦ σώματος τοῦ λαοῦ ἢ καθ' ἑτέραν ἐκδοχὴν τοὺς λογικωτέρους τῶν ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ οἰκούντων· τοῦ γὰρ λοιποῦ πλήθους σαρκώδους ὄντος καὶ ὥσπερ παχυτάτου σώματος οἱ ἐν αὐτοῖς συνέσει καὶ φρονήσει καὶ διανοίᾳ προφέροντες εἰκότως ἂν νοοῖντο καρδία Ἰερουσαλήμ, οἷς καὶ αὐτοῖς βούλεται λαλεῖν τοὺς τὸ πνεῦμα τῆς παρακλήσεως εἰληφότας καὶ παρακαλεῖν αὐτοὺς καρδίαν ὄντας Ἰερουσαλὴμ διὰ τοῦ εὐαγγελίζεσθαι καὶ αὐτοῖς ἄφεσιν ἁμαρτημάτων διὰ τὴν ἐπιφερομένην ἑξῆς περὶ τῆς τοῦ Χριστοῦ παρουσίας προφητείαν. ἐν ἀπορρήτῳ τοίνυν τῇ καρδίᾳ Ἰερουσαλὴμ βούλεται λαλῆσαι τοὺς δηλωθέντας καὶ πείθειν, ὅτι πέπαυται αὐτῆς ἡ ταπείνωσις καὶ λέλυται αὐτῆς ἡ ἁμαρτία· καὶ γὰρ διπλῆν ὑπέμεινεν κόλασιν, ὑπὲρ ὧν ἥμαρτε. προσήκει δὲ λοιπὸν παρακλήσεως καὶ παραμυθίας αὐτὴν τυγχάνειν διὰ τὴν ἐπιλάμψασαν τῷ βίῳ τοῦ κοινοῦ πάντων ἀνθρώπων σωτῆρος ἐπιφάνειαν. διπλῆν δὲ κόλασιν εἴποις ἂν ἐπεληλυθέναι τῇ καρδίᾳ Ἰερουσαλήμ· ἐπεὶ καὶ κατὰ τὴν ἱστορίαν συναπήλαυον τοῖς κακοῖς τοῦ πλήθους οἱ δηλούμενοι ὑπ' ἀλλοφύλοις ἔθνεσι ταπεινούμενοι καὶ κατὰ διάνοιαν ἐκόλαζον ἑαυτοὺς διὰ τὴν τοῦ πλήθους ἀποβολὴν πενθοῦντες καὶ ἀποκλαόμενοι τὴν πτῶσιν καὶ τὴν ἀπώλειαν τῶν πολλῶν· ἀλλὰ καὶ δεύτερον πολιορκηθεῖσα ἡ Ἰερουσαλήμ, ὡς εἰς ἔδαφος κατενεχθῆναι τὸν ἐν αὐτῇ νεὼν διπλῆν τιμωρίαν τῶν ἐν αὐτῇ τετολμημένων ἀσεβημάτων ὑπέμεινεν. Ὅμως δ' οὖν ἡ ἐπιφάνεια τοῦ ἑξῆς καταγγελλομένου σωτῆρος καὶ τοῖς ἐν αὐτῇ συνετοῖς, οὓς καρδίαν ὠνόμαζε, μετεδίδου τῆς παρακλήσεως. τίς δὲ ἦν ἡ παράκλησις, παρίστησιν ἑξῆς λέγων· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν. οἷς ἐπιλέγει· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν, τοῦτ' ἔστι τὸ εὐαγγελικὸν κήρυγμα, καὶ ἦν ἡ παράκλησις αὕτη ἡ πᾶσιν ἀνθρώποις γνωσθήσεσθαι τὸ σωτήριον τοῦ θεοῦ θεσπίζουσα. πάλαι μὲν οὖν Μωσῆς «ἐπὶ τῆς ἐρήμου» τὸν Ἰουδαίων διήγαγε λαόν, νυνὶ δὲ ἑτέρας μέμνηται ἐρήμου καί τινος ἀνδρὸς ἐν αὐτῇ βοῶντος, ἢ κατὰ τὸν Ἀκύλαν· φωνὴ καλοῦντος ἐν τῇ ἐρήμῳ. τίς δὲ ἦν οὗτος ὁ ἐπὶ τῆς ἐρήμου βοῶν, ποία δὲ ἦν αὕτη ἡ ἔρημος, πρὸς τίνας δὲ τό· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου καὶ εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ ἐλέγετο; εἰκὸς ἦν τοὺς τούτων ἀκροωμένους ζητεῖν, προσδοκᾶν τε τὸ τῆς προφητείας ἀποτέλεσμα καὶ τὸ προφητευόμενον σωτήριον τοῦ θεοῦ δι' εὐχῆς ἔχειν θεάσασθαι. διόπερ ἐπειδὴ ταῦτα μέλλειν ἔσεσθαι προσεδόκων οἱ τῶν προφητικῶν λόγων ἐπιγνώμονες τοῖς ἀποσταλεῖσι πρὸς Ἰωάννην ὑπὸ τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ λαοῦ πυνθανομένοις τε, ὅστις εἴη, καὶ διερωτῶσι «μὴ ἄρα αὐτὸς εἴη ὁ χριστὸς ἢ Ἠλίας ἢ ὁ προφήτης». τούτων μὲν οὐδεὶς εἶναι ἔλεγε, διερωτῶσι δὲ ἑξῆς καὶ λέγουσιν· «εἶπον οὖν ἡμῖν, τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. τί λέγεις περὶ σεαυτοῦ»; ταύτην ἀπόκρισιν ἐδίδου λέγων· «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης»· ἀπήρκει γὰρ αὐτοῖς ἀκοῦσαι τό· «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», ὡσανεὶ γνωρίζουσιν ἀκριβῶς τὴν προφητείαν καὶ προσδοκῶσιν αὐτῆς τὸ ἀποτέλεσμα, ὅπερ εἰς ἑαυτὸν πληροῦσθαι ἐδίδασκεν, ἑαυτὸν μὲν εἶναι τὸν βοῶντα ἐπὶ τῆς ἐρήμου παριστὰς καὶ τὴν ἔρημον ἑτέραν οὖσαν παρὰ τὴν Μωσέως δεικνύς, ἐν ᾗ τὰς διατριβὰς ἐποιεῖτο. ἤδη δὲ «ἐπὶ θύραις» παρεῖναι ἐσήμαινε τὸ σωτήριον τοῦ θεοῦ τὸ κατὰ τὴν προφητείαν μέλλον ἁπάσῃ σαρκὶ γνωρίζεσθαι, φάσκουσα δὲ ἡ προφητεία· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, τοῦτ' ἔστι τὸ εὐαγγελικὸν κήρυγμα ἢ ἡ καινὴ παράκλησις αὕτη ἡ πᾶσιν ἀνθρώποις γνωσθήσεσθαι τὸ σωτήριον τοῦ θεοῦ ἐπιζητοῦσα. σαφῶς παρίστη