1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

169

μὴ ἐν τῇ Ἰερουσαλὴμ γενήσεσθαι τὰ θεσπιζόμενα, ἀλλ' ἐπὶ τῆς ἐρήμου, λέγω δὲ τὸ ὀφθήσεσθαι τὴν δόξαν κυρίου καὶ τὸ πάσῃ σαρκὶ γνωσθήσεσθαι τὸ σωτήριον τοῦ θεοῦ. καὶ ταῦτα μὲν ἐπληροῦτο πρὸς ἱστορίαν καὶ λέξιν ἐπὶ τοῦ βαπτιστοῦ Ἰωάννου κηρύσσοντος τὴν σωτήριον θεοφάνειαν ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, ἐν ᾗ καὶ τὸ σωτήριον ὤφθη τοῦ θεοῦ. αὐτὸς ὁ Χριστός, ἥ τε δόξα αὐτοῦ τοῖς πᾶσιν ἐγνώσθη, ὅτε βαπτισθέντος αὐτοῦ «ἠνεῴχθησαν οἱ οὐρανοί», καὶ «τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς καταβὰν» «ἔμεινεν ἐπ' αὐτόν», «φωνή» τε ἠνέχθη πατρικὴ τῷ υἱῷ μαρτυροῦσα· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε». ταῦτα γὰρ ἦν ἅπαντα σημεῖα τῆς σωτηρίου δόξης ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου συντελεσθέντα, ὑπό τε Ἰωάννου τοῦ βαπτιστοῦ μαρτυρηθέντα, οὐ μὴν ἀλλὰ καὶ κατὰ διάνοιαν ἐπὶ τὴν πάλαι τοῦ θεοῦ ἔρημον τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἀνεπέμπετο εἰσέτι καὶ σήμερον ἡ αὐτὴ φωνὴ βοᾷ εὐαγγελιζομένη τὸ σωτήριον τοῦ θεοῦ καὶ προπαρασκευάζουσα τὰς ἀκοὰς τῶν προσιόντων ἐπὶ τὴν παραδοχὴν τῆς δόξης τοῦ «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεοῦ λόγου. οὐ πρὸς παράθεσιν οὐδὲ λόγον ὠνόμασε τὸν ἐν τῇ ἐρήμῳ βοῶντα, ἀλλὰ τέως φωνὴν προπαρασκευαστικὴν τοῦ μέλλοντος ὀφθήσεσθαι τελείου λόγου, ᾧ παρασκευάζουσα τὰς τῶν ἀνθρώπων ψυχὰς ἡ φωνὴ βοᾷ, δεῖν ἑτοιμάζειν ὁδὸν κυρίου καὶ εὐθείας ποιεῖν τὰς τρίβους τοῦ θεοῦ ἡμῶν, κατὰ δὲ τὸν Σύμμαχον φωνὴ ἐν τῇ ἐρήμῳ ἔλεγεν, εὐτρεπίσατε τὴν ὁδὸν κυρίου, ὁμαλίσατε ἐν ἀβάτῳ ὁδὸν τῷ θεῷ ἡμῶν· ὡς γὰρ μέλλοντος ἐπιδημεῖν τῇ ἐρήμῳ καὶ τῇ ἐξ αἰῶνος ἀβάτῳ τοῦ θεοῦ ταῦτα ἐλέγετο. ἦν δὲ τὰ ἔθνη πάντα ἔρημα θεοῦ γνώσεως καὶ ἄβατα πᾶσι τοῖς τοῦ θεοῦ δικαίοις τε καὶ προφήταις ἀνδράσι. διόπερ ἡ φωνὴ παρακελεύεται ὁδὸν εὐτρεπίζειν τῷ τοῦ θεοῦ λόγῳ καὶ τὴν ἄβατον καὶ τραχεῖαν ὁμαλὴν ποιεῖν, ἵνα ἐπιβῇ ἐπιδημήσας ὁ θεὸς ἡμῶν μετὰ προσθήκης τῆς ἡμῶν· εὐθείας γάρ φησι ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν· ὡς γὰρ ἑτέροις προσφωνῶν ταῦτα φάσκει ὁ ἐν τῇ ἐρήμῳ βοῶν· ἦσαν γὰρ μυρίοι καὶ ἐξ ἀλλοφύλων ἐθνῶν οἱ προσιόντες τῷ τοῦ Ἰωάννου βαπτίσματι, ἀλλὰ καὶ ὁ εὐαγγελικὸς λόγος ἐν τῇ ἐκκλησίᾳ ταῦτα τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσι προσφωνεῖ. Εἶτα διεγείρει τὰς ἐν βάθει κακίας τεταπεινωμένας ψυχὰς ἐπιλέγων· πᾶσα φάραγξ πληρωθήσεται, καὶ τὰς ὑπερηφάνους τε καὶ ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ θεοῦ τὸ ἐναντίον πείσεσθαι διδάσκει λέγων· καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, ἀλλὰ καὶ ἔσται τὰ σκολιά φησιν εἰς εὐθεῖαν καὶ τὴν τραχεῖαν δὲ ψυχὴν ὁμαλὴν γίγνεσθαι προστάττει, ὡς ἂν δεκτικὴ γένοιτο τῆς ἐπιβάσεως τοῦ θεοῦ. ταῦτα πάντα ἀναγκαίως παρεκελεύσατο ποιεῖν διὰ τὴν ἐπιφερομένην αἰτίαν, ἣν παρίστησιν ἑξῆς λέγων· καὶ ὀφθήσεται ἡ δόξα κυρίου, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ ἀποκαλυφθήσεται. τίνι δὲ ἀποκαλυφθήσεται, διασαφεῖ ἐπιφέρων· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ· σὰρξ δὲ ἦσαν οἱ αὐτοὶ μόνον «σάρκινοι» καὶ οὐδαμῶς «πνεύματος ἁγίου μέτοχοι» πάντες ἄνθρωποι. ὃ δὴ παρίστησι καὶ Μωσῆς ἀναγράφων τὸν θεὸν λέγοντα· «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας». ὅτι μὲν οὖν πᾶσα σὰρξ ἔμελλε τὸ σωτήριον τοῦ θεοῦ γνωρίζειν, διὰ τοῦ πρώτου κηρύγματος ἐδίδασκεν ἡ ἐν τῇ ἐρήμῳ προσβοῶσα φωνή· «ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος». Οὐ μὴν ἔλαθε τὸ προφητικὸν πνεῦμα ἡ ἀπείθεια καὶ ἡ ἀπιστία τοῦ Ἰουδαίων λαοῦ· διόπερ δεύτερον κήρυγμα ἡ αὐτὴ ποιεῖται βοῶσα καὶ λέγουσα· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. αὕτη γοῦν ἐστι πάσης σαρκὸς φύσις καὶ τοῦ «τὴν εἰκόνα τοῦ χοϊκοῦ» «φοροῦντος» ἀνθρώπου, λέγω δὲ τοῦ φιλοσωμάτου καὶ «τοῦ κατὰ σάρκα ζῶντος»· ὁμοίως γοῦν τῷ χόρτῳ τῆς γῆς καὶ τοῖς ὡραίοις ἄνθεσι πρὸς βραχὺ θάλλει καὶ ὡραΐζεται, εἶτ' οὐκ εἰς μακρὸν ὑπὸ τῆς ῥευστῆς καὶ ἀστάτου φύσεως ἀπομαραίνεται, ὅπερ διδάσκει ἡ γραφὴ λέγουσα· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ