170
ἄνθος ἐξέπεσεν. ἀλλὰ ταῦτα μὲν καθολικώτερον ἐδίδαξεν ἡ προφητεία, ἑξῆς δὲ ἀφωρισμένως ἡ Ἑβραϊκὴ λέξις τοῦ Ἰουδαίων λαοῦ μνήμην ποιουμένη ἐπιλέγει· ἀληθῶς χόρτος ὁ λαός· ἐξηράνθη ὁ χόρτος, ἐξέπεσε τὸ ἄνθος. ἀντὶ δὲ τοῦ· τὸ δὲ ῥῆμα τοῦ θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα, ὁ Σύμμαχος ὁ δὲ λόγος τοῦ θεοῦ ἡμῶν στήσεται εἰς τὸν αἰῶνα εἴρηκε. ταῦτα «ἡ ἐν τῇ ἐρήμῳ φωνὴ» περὶ τοῦ θεοῦ λόγου ἐθέσπιζε, λέγω δὲ Ἰωάννης περὶ τοῦ Χριστοῦ διδάσκων, ὡς ἄρα μόνος αὐτὸς στήσεται εἰς τὸν αἰῶνα, φυλάξει τε τοὺς σὺν αὐτῷ ἑστῶτας καὶ συνδιαμένοντας αὐτῷ τοὺς τὸ σωτήριον αὐτοῦ παραδεδεγμένους. 2.17 Σφόδρα καὶ ταῦτα τῇ τῶν προλεχθέντων ἕπεται διανοίᾳ εὐκαίρως καὶ τῶν εὐαγγελιστῶν μνήμην ποιούμενα καὶ παρουσίαν θεοῦ ἀνθρώποις εὐαγγελιζόμενα, μετὰ τὰ περὶ «τῆς ἐν τῇ ἐρήμῳ βοώσης φωνῆς». εἵπετο γὰρ τῇ περὶ Ἰωάννου τοῦ βαπτιστοῦ προφητείᾳ ὁ περὶ τῶν εὐαγγελιστῶν τοῦ σωτῆρος λόγος, ἥ τε τῆς θεοφανείας αὐτοῦ δήλωσις. κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς ἀντὶ τοῦ· ὁ εὐαγγελιζόμενος, ἡ εὐαγγελιζομένη εἴρηται· λέγει γοῦν ὁ Σύμμαχος· ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι σεαυτῇ ἡ εὐαγγελιζομένη Σιών, καὶ ἔπαρον ὑψηλῶς τὴν φωνήν σου ἡ εὐαγγελιζομένη Ἰερουσαλήμ, ἔπαρον, μὴ φοβοῦ. καὶ διὰ τούτων δὲ θέα ὡς ἔμψυχον καὶ ζῶσαν τὴν Σιὼν καὶ τὴν Ἰερουσαλὴμ οἶδεν ὁ λόγος· ἀναβῆναι γοῦν αὐτὴν ἑαυτῆς ἐπὶ ὑψηλὸν ὄρος καὶ τὴν φωνὴν αὐτῆς ὑψῶσαι ἐν τῷ εὐαγγελίζεσθαι τὴν τοῦ θεοῦ παρουσίαν παρεκελεύετο. τίς οὖν ἐστιν αὕτη Σιὼν ἐπ' ὄρος ὑψηλὸν ἕτερον παρ' αὐτὴν ἀνιοῦσα; καὶ αὕτη γὰρ ὄρος ἦν, ὡς δηλοῖ ἡ φάσκουσα γραφή· «ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ», καὶ ὁ Ἀπόστολος· «προσεληλύθατε Σιὼν ὄρει», ἢ πάντως που ἡ διὰ τῶν ἔμπροσθεν «καρδία Ἰερουσαλὴμ» ὠνομασμένη. καὶ μήποτε νῦν ὁ χορὸς ὁ ἀποστολικὸς ὁ ἐκ τοῦ προτέρου λαοῦ ἐκ περιτομῆς ἐξειλεγμένος τοῦτον σημαίνεται τὸν τρόπον; αὕτη γάρ ἐστι Σιὼν καὶ Ἰερουσαλὴμ ἡ «τὸ σωτήριον τοῦ θεοῦ» παραδεδεγμένη, ἐπηρτημένη τις οὖσα καὶ αὕτη καὶ τῷ ὄρει τοῦ θεοῦ τῷ μονογενεῖ αὐτοῦ λόγῳ παρεικασμένη, ᾗ προστάττει εὐαγγελίζεσθαι ἀνελθούσῃ ἐπ' ὄρος ὑψηλὸν τὸν σωτήριον λόγον. καὶ δὴ ὁ εὐαγγελικὸς χορὸς καὶ αἱ ἅγιαι καὶ ἐπηρτημέναι τῷ τῆς ἀρετῆς φρονήματι ψυχαὶ Σιὼν καὶ Ἰερουσαλὴμ ὀνομαζόμεναι ἐπὶ τὸ ὄρος τὸ ὑψηλὸν τῆς θεότητος τοῦ μονογενοῦς τοῦ θεοῦ κελεύονται ἀνιέναι κἀκεῖθεν ἄνωθεν ἀφ' ὑψηλοῦ εὐαγγελίζεσθαι καὶ κηρύττειν ἅπασιν ἀνθρώποις τοῦ Χριστοῦ τοῦ θεοῦ τὴν ἐπὶ γῆς παρουσίαν. εἶτ' ἐπειδὴ εἰκὸς ἦν ἐπανίστασθαι πολλοὺς αὐτοῖς ἀναγκαίως ἐπιλέγει· ὑψώσατε, μὴ φοβεῖσθε. εἶτα πρὸς τοῖς προτέροις ἀπαγγέλλειν προστάττει ταῖς πόλεσιν Ἰούδα, λέγω δὲ ταῖς Ἰουδαϊκαῖς συναγωγαῖς, ὡς ἄρα εἴη ἐληλυθὼς ὁ πάλαι ἥξειν καὶ ἐπιδημήσειν ἀνθρώποις διὰ τῶν προφητῶν κηρυττόμενος θεὸς καὶ αὐτὸς κύριος ὁ ἐκ μακροῦ προσδοκώμενος αὐτοῖς. Ἀλλὰ καὶ ὡς αὖθις ἥξει καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν ποιήσεται μετὰ μεγάλης ἰσχύος καὶ ὡς ὁ βραχίων αὐτοῦ ἥξει μετὰ κυρείας, ὡσεὶ σαφέστερον ἔλεγε μετὰ δεσποτικῆς καὶ κυριακῆς αὐθεντείας. καὶ ἐπιλέγει· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. ταῦτα μὲν περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καθ' ἣν ἥξει «ἐν δόξῃ ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». τοῦτο μὲν οὖν ὡς δεσπότης καὶ κύριος ποιήσει μετὰ ἰσχύος καὶ μετὰ τοῦ καλουμένου βραχίονος αὐτοῦ. τὸ δ' ἑξῆς ἐπιλεγόμενον· ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, κατὰ τὴν πρώτην αὐτοῦ πάροδον ἐπληροῦτο, ἐν ᾗ «κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβών, σχήματί τε ὡς ἄνθρωπος εὑρεθείς», ποιμένος τρόπον τὴν τῶν προβάτων δορὰν τὸ σῶμα τὸ ἀνθρώπινον περιβαλόμενος ἐποίμαινε τὸ ποίμνιον αὐτοῦ, ἢ κατὰ τὸν Σύμμαχον· τὴν ἀγέλην αὐτοῦ ἔβοσκεν. οὐ γὰρ ὡς κύριος μετὰ ἰσχύος οὐδ' ὡς βραχίων μετὰ τῆς οἰκείας κυρείας τε καὶ δεσποτείας, ἀλλ' ὡς ποιμήν φησι ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ. ὃ δὴ καὶ ἐμαρτύρει