1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

171

λέγων αὐτὸς ἐν Εὐαγγελίοις· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων». καὶ ἐν τῷ βραχίονι δὲ αὐτοῦ συνάξει φησὶν ἄρνας. βραχίων δὲ αὐτοῦ ἦν ἡ κατοικοῦσα ἐν τῷ φαινομένῳ σώματι θεότης, δι' οὗ συνάξειν ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσειν εἴρηται. ἄρνας δὲ τοὺς «ἀρτιγενεῖς» καὶ ἐν Χριστῷ «ἀναγεγεννημένους» δηλοῖ, ἐν γαστρὶ δὲ ἐχούσας τὰς πάλαι κυούσας καὶ ὠδινούσας ψυχὰς λέγει διὰ τὴν τῆς αὐτοῦ παρουσίας ἐλπίδα, ἃς παρακαλεῖν εἴρηται διὰ τῆς αὐτοῦ παρουσίας. διὸ λέλεκται· καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. καὶ ἄλλως δὲ τῶν ἀποστόλων αὐτοῦ αἱ ψυχαὶ κύουσαι καὶ ὠδίνουσαι τοὺς δι' αὐτῶν ἐν Χριστῷ ἀναγεννωμένους παράκλητον αὐτὸν εἶχον, ὅπερ νοήσεις ἐξ ἑνὸς τοῦ λέγοντος· «τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν»· ὁρᾷς πῶς ὁ Παῦλος ὑπὲρ τῶν μαθητευομένων αὐτῷ εἶχεν ὠδίνας. οὕτως οὖν καὶ οἱ λοιποὶ ἀπόστολοι ὥσπερ ἐν γαστρὶ κύουσαι μητέρες τοὺς δι' αὐτῶν ἐν Χριστῷ ἀναγεννωμένους ὤδινον ὑπεραγωνιῶντες, μήπως τις ἔκτρωμα γένηται ἀπολισθήσας καὶ ἐξαμβλωθεὶς τῆς ἐν Χριστῷ μορφώσεώς τε καὶ τελειώσεως. διόπερ αὐτὸς ὁ προλεχθεὶς ποιμὴν παρακαλέσειν αὐτοὺς εἴρηται. 2.18 «Τῶν σοφῶν τοῦ αἰῶνος τούτου» τὸ πᾶν ἀναθέντων αὐτοματισμῷ καί τινι συντυχίᾳ φυσικῇ εἱμαρμένης ἀνάγκῃ ὁ παρὼν λόγος μηδὲν ὡς ἔτυχε τῶν ὄντων εἶναι, «πάντα δὲ μέτρῳ καὶ ἀριθμῷ» ὑπὸ τοῦ θεολογουμένου κυρίου συνεστάναι παρίστησι. τὴν μὲν γὰρ ὑγρὰν οὐσίαν καὶ τὸ νομιζόμενον τοῖς πολλοῖς ἀμέτρητον πέλαγος, πηγάς τε καὶ ποταμοὺς καὶ χειμάρρους μεμετρημένα εἶναι αὐτῷ τοσαῦτά τε εἶναι τῷ πλήθει, ὅσα αὐτῷ παρέστη πρὸς τὴν τοῦ παρόντος αὐταρκῆ χρείαν συστήσασθαι ὡς μήτε περιττεύειν τοῦ δέοντος πλέον μηθ' ὑστερεῖν τοῦ χρειώδους, τὸν δὲ παμμεγέθη οὐρανὸν καὶ τὸ τοσοῦτον ἄπειρον κύτος πάλιν αὐτὸς τῇ ἑαυτοῦ σπιθαμῇ συνεμετρήσατο μηθ' ὑπερεκτείνας ἐπὶ τὸ ἀκατάλληλον τῇ τοῦ παντὸς περιοχῇ μήτε σμικρύνας καὶ συναγαγὼν τοῦ προσήκοντος εἴσω. τροπικῶς δὲ τοῖς παρ' ἡμῖν συνήθεσι μέτροις κέχρηται ὡς ἂν ἐκ τῶν ἡμῖν γνωρίμων καὶ συνήθων ὀνομάτων εἰς ἔννοιαν ἀφικοίμεθα τῆς τῶν δηλουμένων διδασκαλίας. εἶτ' ἐπειδήπερ «ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται», εἰκότως τὰ ἡμῖν ὑπερμεγέθη τῇ τοῦ κρείττονος παραθέσει σμικρύνει ἡμᾶς εἰς ἔννοιαν προκαλούμενος τοῦ τὰ σύμπαντα συστησαμένου. τὸν γοῦν τοσοῦτον οὐρανὸν τὸν περιβάλλοντα τὸν σύμπαντα κόσμον οὕτως μικρὸν εἶναι λέγει παρ' αὐτῷ τῷ θεῷ ὡς ἐοικέναι μέτρῳ σπιθαμῆς χειρὸς ὑφεστάναι, ὡσαύτως δὲ καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον οὕτω παρ' αὐτῷ βραχύτατον ὑπάρχειν ὡς ἐοικέναι τῇ αὐτοῦ δρακὶ συνειλεῖσθαι. ἀντὶ δὲ τοῦ· τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ, ὁ Ἀκύλας τίς κατεμέτρησεν ἐν λιχάδι αὐτοῦ ὕδατα εἴρηκε, παραβάλλων λιχάδι τῷ βραχυτάτῳ παρ' ἡμῖν δακτύλῳ σμικράν τινα τοῦ θεοῦ δύναμιν, δι' ἧς τὰ τοσάδε καὶ τὰ τοιάδε μεμέτρηται. πρὸς τούτοις εἴ τίς φησι τὰ ἐπὶ γῆς ὄρη καὶ τοὺς βουνοὺς καὶ τὰς νάπας ὑπείληφεν ἄνευ τινὸς λόγου συνεστάναι ἴστω πλανώμενος, ἐπεὶ μηδὲν εἰκῆ καὶ ἀλόγως ἐν τοῖς οὖσιν ὑφέστηκεν. αὐτίκα δ' οὖν τῶν καθ' ὅλης τῆς γῆς ὀρέων τὰ μεγέθη καὶ αἱ διαφοραί, ὕψη τε καὶ βάθη καὶ μήκη τῷ παντὶ χρησίμως ὑπὸ τῆς τοῦ θεοῦ σοφίας τὴν σύστασιν εἴληφε, τῶν τε βουνῶν ὁμοίως τὰ ἐπάρματα καὶ οἱ ὄγκοι πρὸς τὴν τοῦ παντὸς ἀναλογίαν ἁρμόττοντας καὶ καταλλήλους ἔχουσι λόγους ὡς ταλαντεύειν τὰ βάρη δίκην τῶν ἐν τρυτάνῃ ζυγῶν ἁρμοδίως τῇ τοῦ παντὸς ἀναλογίᾳ. ἀντὶ δὲ τοῦ· καὶ τὰς νάπας ζυγῷ, οἱ λοιποὶ ἑρμηνευταὶ καὶ τοὺς βουνοὺς ἐκδεδώκασιν. τούτοις ἐπάγει· τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο; ταῦτα δὲ ἀποδίδωσιν ὁ λόγος πρὸς τὸ φῆσαν ἐρώτημα· τίς ἐμέτρησε τῇ χειρὶ