1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

172

τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ; ἐπειδὴ γὰρ ἠρώτησε, τίς ὁ ταῦτα ὑποστησάμενος καὶ τίς ὁ μέτρῳ καὶ σταθμῷ ταῦτα διαταξάμενος, ἀκολούθως ἀποδίδωσιν ὡς οὐδεὶς ἢ εἷς μόνος ὁ τοῖς πᾶσιν ἀκατάληπτος νοῦς. διὸ ἐπιλέγει· τίς ἔγνω νοῦν κυρίου τὸν τῶν εἰρημένων ἁπάντων ποιητικόν, ὃς οὔτε συμβούλου δεηθεὶς οὔτε παρά τινος γνώμην λαβὼν τῇ αὐτὸς αὐτοῦ σοφίᾳ τὰ μηδαμῆ μηδαμῶς ὑφεστῶτα ἀρρήτῳ δυνάμει «ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι» παρήγαγεν. Ἑξῆς διδάσκει πάντας τοὺς ἐξ ἐθνῶν ἐπὶ τὴν εὐαγγελικὴν χάριν ἀνακεκλημένους, οἷς καὶ «τὸ σωτήριον τοῦ θεοῦ» διὰ τῶν ἔμπροσθεν εὐηγγελίζετο «ἡ ἐν τῇ ἐρήμῳ βοῶσα φωνή», ὅτι τὸ μηθέν εἰσι «πάντα τὰ τὸν θεὸν μὴ εἰδότα ἔθνη». ὄντων γοῦν ἐν οὐρανῷ καὶ ἐν ἀέρι καὶ ἐπέκεινα οὐρανοῦ λογικῶν πνευμάτων καὶ θείων δυνάμεων καὶ πλήθους ἀναριθμήτου λειτουργῶν θεοῦ τῶν τὸν παμβασιλέα περιπολούντων. «τὰ τὸν θεὸν μὴ εἰδότα» ἐπὶ γῆς «ἔθνη» ἐοικέναι φησὶ σταγόνι βραχυτάτῃ τοῦ τῶν θείων λογικῶν πληρώματος ἀπορρευσάσῃ, τοὺς δ' αὐτοὺς ἐοικέναι ζυγῷ ἑτεροκλινοῦντι βραχυτάτῃ βάρους ῥοπῇ διὰ τὸ καθειλκύσθαι τῷ βάρει τῆς κακίας ἐπὶ τὴν ἄθεον ἁμαρτίαν, ἀλλὰ καὶ σιέλου ἀποπτυσθέντος καὶ τῷ χοῒ τῆς γῆς ἐμφυρέντος τῷ μηδὲν διαφέρειν τοὺς αὐτούς· ταὐτὸν γὰρ σιέλῳ πεπονθέναι λογικοὺς μὲν ὄντας, ἀναφυρέντας δὲ «ἀγνωσίᾳ θεοῦ» καὶ δυσσεβείᾳ πάσῃ. διὸ καὶ πᾶσαν αὐτῶν τὴν δι' αἱμάτων καὶ θυσιῶν λατρείαν διδάσκει μηδὲν θεοπρεπὲς ἔχειν· οὐδὲ γὰρ εἰ πάντα τὰ τῆς γῆς τετράποδα προσφέροι τις οὐδ' εἰ πᾶς ὁ Λίβανος καὶ ἡ τῶν ἐν αὐτῷ φυέντων ὕλη παραλαμβάνοιτο εἰς τὴν τῶν θυμάτων ὁλοκάρπωσιν ἔχοι ἀντὶ τοῦ θεοῦ ἄξιον. οἷς ἐπιλέγει ἑξῆς· καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι καὶ εἰς οὐδὲν ἐλογίσθησαν. ποῖα δὲ ταῦτα ἢ «τὰ τὸν θεὸν μὴ εἰδότα», προστετηκότα δὲ τῇ πλάνῃ τῆς εἰδωλολατρίας; ἃ δὲ καὶ ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ καὶ ὡς σίελος λογισθήσεσθαι ἐλέγετο. Τούτοις δ' αὐτοῖς ἑξῆς ἐπιπλήττει λέγων· τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτὸν καὶ τὰ ἑξῆς. ἃ δὴ καὶ ἀκολούθως ἐπήγαγε μετὰ τὸ παραθέσθαι τὴν περὶ τοῦ Χριστοῦ θεολογίαν κηρύξαι τοῖς ἔθνεσιν, ὅσος ἦν «ὁ μετρήσας» «τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί», «τά» τε «ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ» «συστησάμενος». τούτοις γοῦν ἀναγκαίως παραβάλλει τὴν προκατέχουσαν πλάνην τῶν ἐθνῶν, ἀποστρέφων μὲν αὐτῆς, ἀνακαλούμενος δὲ ἐπὶ τὴν γνῶσιν τοῦ θεολογουμένου. τοῦτον δὴ τὸν τρόπον ἐξομαλίζει τῷ εὐαγγελικῷ κηρύγματι τὰς τῶν ἐθνῶν ψυχὰς τὸ πνεῦμα τὸ προφητικὸν ἀποσμῆχον ὥσπερ καὶ ἀποκαθαῖρον αὐτὰς τῆς πατροπαραδότου δεισιδαιμονίας. Εἶτα διδάξας ὁποία τις ἦν ἡ τῶν παρὰ τοῖς ἔθνεσιν ἐν ἀψύχοις ξοάνοις πλάνη, ἐπιβοᾷ ταῖς πάντων ἀκοαῖς λέγων· οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; εἰ καὶ μηδὲ ἐκ πατέρων ἐδιδάχθητε, ἀλλὰ νῦν γοῦν σωφρονισθέντες ὠφελήθητε καὶ μάθετε τίς ποτέ ἐστιν ὁ κατέχων τὰ θεμέλια τῆς γῆς. εἰ γὰρ μὴ δύνασθε ἄνω πρὸς οὐρανὸν τὴν διάνοιαν ἐπαίρειν, ἀλλ' ἐπιστήσατέ φησιν τῇ γῇ, ἐν ᾗ ποιεῖσθε τὰς διατριβάς. ἐπὶ τίνος τε ἥδρασται ζητήσατε, καὶ τίς ἐστιν οὗτος ὁ τοσοῦτον στοιχεῖον ἀκλινὲς καὶ ἀσάλευτον διακρατῶν; φυσιολογῶν δὲ περὶ τῆς γῆς σχήματος σφαιροειδὲς αὐτὸ γνωρίζει· διὸ καὶ γῦρον ὠνόμασεν αὐτὸ φήσας· ὁ κατέχων τὸν γῦρον τῆς γῆς. πλὴν ἀλλὰ καὶ γνῶναι παρακελεύεται τὸν τὰ σύμπαντα διακρατοῦντα τοῦ θεοῦ λόγον, ὃς πρὸς τοῖς ἄλλοις καὶ τὸ τοσοῦτο στοιχεῖον τῆς γῆς συνέχει πρὸς τὸ μὴ διαπίπτειν μηδὲ τῆς οἰκείας ἕδρας κινεῖσθαι. τίς δέ φησίν ἐστι καὶ ὁ τοσαῦτα διασπείρας ἐπὶ τῆς γῆς ἔθνη ὡς παραβάλλεσθαι αὐτὰ σμικρότητος ἕνεκα τῶν σωμάτων ἀκρίσιν; εἶτα πάλιν ἀναβὰς ἀπὸ τῆς γῆς τῷ λόγῳ τὴν ἁψῖδα τὴν οὐράνιον, τό τε ὑπὲρ γῆν