173
ἡμισφαίριον καμάρας δίκην ἐπαιωρημένον τοῖς πᾶσιν ἀποθαυμάζειν καὶ τὸν συστησάμενον τὸν οὐρανὸν ἐννοῆσαι ὁπόσης ἐστὶ δυνάμεως παρορμᾷ, λογίσασθαί τε ὡς οὐκ ἀργῶς αὐτὸν ὑπεστήσατο, σκηνῆς δὲ δίκην ἄνωθεν μὲν ἐφηπλωμένον κατὰ τῶν εἴσω οὐρανοῦ πάντων, τοῖς δ' ἐπέκεινα οὐρανοῦ θεῖον ὑπεστρῶσθαι ἐνδιαίτημα. ὥσπερ δὲ γῦρον τὸ τῆς γῆς ὠνόμασε στοιχεῖον φυσιολογήσας, οὕτω τὸ ὑπὲρ γῆς ἡμισφαίριον ἁψῖδι καμάρας ὡμοίωσε τὸ ἅπλωμα τοῦ οὐρανοῦ παραβάλλων σκηνῇ διατεταμένῃ· ὥσπερ δὲ τῆς σκηνῆς προὐνόησεν, οὕτω καὶ τῶν εἴσω τῆς σκηνῆς οἰκούντων. διόπερ κατὰ χρόνους καὶ καιροὺς τοῖς ἐν τῇ γῇ βιοῦσιν ἀνθρώποις ἄρχοντας ἐφίστησι προνοησάμενος ἀρχόντων τοῖς ἀρχομένοις καταλλήλων. διὸ ἐπιλέγει· διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, οὐδὲν δὲ ὀνομάζει τὸν θνητὸν βίον» ἢ καὶ τὴν γῆν αὐτὴν ὥσπερ οὐδὲν διδάσκει φάσκων ἑξῆς· τὴν δὲ γῆν εἰς οὐδὲν ἐποίησεν. εἶτα τούτοις ἐπιφέρει· οὐ γὰρ μὴ φυτεύσουσιν οὐδὲ μὴ σπείρουσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν. πάντα ταῦτα περὶ τῶν κατὰ τοὺς καιροὺς ἀρξάντων καὶ τυραννησάντων ἐπὶ τῆς γῆς εἴρηται ὡς εἰς τοιοῦτο περιστησομένων τέλος. Ἀλλ' οἱ μέν φησι τοιοῦτοι, ἐμὲ δὲ τὸν τῶν ὅλων θεὸν τίνι ὡμοιώσατε καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος. ἀναβλέψατε εἰς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξε ταῦτα πάντα; οὐδὲ γὰρ ἐξαριθμήσασθαι δυνατὸν οὐδὲ κατὰ μέρος ἐξειπεῖν, ἀρκεῖ δὲ ὀφθαλμοῖς ὁρᾶν «τὰ μεγέθη καὶ τὰ κάλλη», τήν τε ἁρμονίαν καὶ τὴν κίνησιν τοῦ παντός, ἔκ τε τῆς τούτων θέας «τὸν πάντων γενεσιουργὸν» ἀποθαυμάζειν, εἰδέναι τε καὶ γνωρίζειν τὸν κατὰ χρόνους καὶ κατὰ γενεὰς ὥσπερ ἀπό τινων ταμείων καὶ θησαυρῶν αὐτοῦ προφέροντα ἐν τάξει καὶ ἀριθμῷ τὸν ἑαυτοῦ κόσμον, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· τὴν στρατιὰν αὐτοῦ. διόπερ κύριος σαβαὼθ ὠνόμασται, ὅπερ ἑρμηνεύεται κύριος στρατιῶν· στρατιαὶ γὰρ ἀγγελικαὶ ὡς ὑπὸ μεγάλῳ βασιλεῖ ὑποτεταγμέναι τὸν σύμπαντα αὐτοῦ διοικοῦσι κόσμον, ὧν καὶ τὰς ἐπωνυμίας οὐδὲ εἷς ἢ μόνος αὐτὸς γινώσκει, ὁ καὶ φυσικοῖς καὶ καταλλήλοις αὐτοὺς ὀνόμασι τιμήσας. οὕτω γοῦν καὶ θείων πνευμάτων καὶ ἀρχαγγέλων καὶ τῶν ἐπέκεινα δὲ οὐρανοῦ θεοῦ λειτουργῶν ἀσωμάτων δυνάμεων ἰδιάζουσαι, τίνες εἰσὶν ἐπηγορίαι ἡμῖν ἀκατάληπτοι καὶ ἄγνωστοι. διὸ καὶ ὑπ' αὐτοῦ μόνου καλούμεναι ἐπ' ὀνόματος ὑπακούουσιν ὡς ἀπὸ πολλῆς αὐτοῦ δόξης καὶ ἐξυπερβαλλούσης ἰσχύος μηδένα τῶν καλουμένων ἀπειθεῖν, πάντας δὲ ἐξυπηρετεῖσθαι αὐτοῦ τῷ νεύματι. 2.19 Μετὰ τὴν ἀποδοθεῖσαν θεολογίαν ἐπιπλήττει ὁ λόγος τοῖς νομίζουσι μὴ ἐφορᾶν τὸν θεὸν ταῖς αὐτῶν πράξεσιν, οἷα πολλοὶ καὶ ἐν τῷ προτέρῳ λαῷ ὑπελάμβανον. διὸ πρὸς αὐτοὺς ἀποτείνεται λέγων· ∆ιὰ τί παρὰ σεαυτῷ ταῦτα λογίζῃ καὶ λέγειν τολμᾷς, ὡς τὸν θεὸν ἡ σὴ ὁδὸς ἔλαθε, καὶ οὐχ ὑπόκεισαι κρίσει διὰ τὸ ἀγνοεῖν αὐτὸν τὰ ὑπὸ σοῦ δρώμενα; εἶτ' οὐκ ἤκουσας τῆς προλεχθείσης θεολογίας καὶ ὡς οὐδὲν αὐτὸν λανθάνει, ἐλέγετο οὖν ἀρτίως· ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθε. πῶς οὖν σαυτὸν ἀπατᾷς λέγων· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεός μου τὴν κρίσιν μου ἀφεῖλε καὶ ἀπέστη. ἄκουε τοίνυν πρὸς ταῦτα, εἰ μὴ καὶ πρότερον ἀνηκόως ἦσθα ἢ εἰ μὴ ἔγνως μηδὲ συνῆκας τὰ πολλάκις σοὶ λελεγμένα, νῦν γοῦν μάνθανε, ὡς ὁ θεὸς ὁ αἰώνιος ὁ τὰ πάντα περιειληφὼς οὗτος αὐτὸς οὐ μόνον τῶν κατ' οὐρανόν, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς κρατεῖ. αὐτὸς δὲ ἐστὶν ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς· διὸ οὐδὲ σὺ αὐτὸς λανθάνειν αὐτὸν δυνήσῃ τοιαῦτα δυσσεβῆ καὶ ἄθεα λογιζόμενος. ἀντὶ δὲ τοῦ· οὐ πεινάσει οὐδὲ κοπιάσει, ὁ Σύμμαχος οὐκ ἐξελύθη οὐδὲ ἐπείνασεν ἐξέδωκε, καὶ οἱ λοιποὶ παραπλησίως. ὥσπερ τοίνυν οὐδὲν ἀσθενὲς παρ' αὐτῷ οὐδὲ ἀνθρώπινον, οὕτως οὐκ ἔστιν ἐξεύρεσις τῆς γνώσεως αὐτοῦ. ἀκατάληπτός τε καὶ ἀνέφικτος ἡ παρ' αὐτῷ τυγχάνει σοφία, δι' ἧς «τὰ σύμπαντα διοικεῖ», οὕτως δ' οὖν αὐτῷ μέλει καὶ τῶν καθ' ἕκαστον καὶ κατὰ μέρος