1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

174

ὡς διὰ τὸ ἐφορᾶν αὐτὸν καὶ λόγῳ θείῳ διακρίνειν τὰ κατὰ ἀνθρώπους πράγματα, ἰδιάζειν ἑκάστῳ μεμερισμένον τὸν βίον· ὡς τοῖς μὲν δι' ἔνδειαν τροφῆς πεινῶσιν ἰσχὺν παρέχειν πολλάκις καὶ ῥώμην σώματος φυσικήν, τοῖς δὲ μὴ πεινῶσι, πλούτῳ δὲ περιρρεομένοις φροντίδας ὑπάρχειν καὶ λύπας, τὰς τὴν τρυφὴν αὐτῶν κολαζούσας. Κατὰ τὸν αὐτὸν δὴ λόγον νέους μὲν καὶ νεανίσκους, οὓς εἰς τὸ ἀνδρίζεσθαι προσήκει, ἀσθενεῖς ἀπεργάζεται, πάθεσί τισι καὶ νοσήμασι περιβάλλων, μυρίους δὲ νεότητι σφριγῶντας θᾶττον ἀποσβῆναι παρεσκεύασε τοῦ βίου. ἀλλ' οὐδ' εἰς βαθὺ γῆρας παρέτεινε καίπερ εἰς ἔσχατα πενίας ἐληλακότας ὡς μηδὲ τῆς ἐφημέρου τροφῆς εὐπορεῖν καὶ αὖ πάλιν ἑτέρους πλούτῳ καὶ δόξῃ μεγαλαυχωμένους ἀθρόως ἐξ ἀνθρώπων ἠφάνισεν. ἀνάπαλιν δὲ τούτοις οἱ ἐν διωγμῶν καιροῖς τὸν θεὸν ὑπομένοντες ἀσθενεῖς ὄντες καὶ οἰκτροὶ κατὰ τὴν παροῦσαν ζωὴν μεταβολῆς θείας ἠξιώθησαν ὡς μὴ μόνον ἀνέσεως καὶ ἐλευθερίας τυχεῖν, ἀλλὰ καὶ δίκην ἀετῶν πτεροφυῆσαι, ὥστε ἀναπτῆναι καὶ ὑψωθῆναι καὶ μετεωροπορῆσαι καὶ τέλος τὴν εἰς οὐρανοὺς πορείαν στείλασθαι. τοιαύτη γὰρ ἡ ἀετῶν φύσις οὐρανοπετὴς οὖσα, μόνη τε ἂν τῷ πεῖν οἷά τε φωτὸς ἡλίου· μαρμαρυγαῖς τούτοις οὖν παραπλησίως καὶ οἱ τὸν θεὸν ὑπομείναντες καὶ διὰ τὸν αὐτοῦ φόβον κατὰ τὸν θνητὸν βίον κακωθέντες ἄοικοί τε καὶ ἀνέστιοι καὶ ἀνελπίδες ὅσον ἐπ' ἀνθρώποις ἐν καιροῖς διωγμῶν γενόμενοι. μετὰ γοῦν τὰς ὑπερβαλλούσας θλίψεις ἐπισκοπῆς θεοῦ καταξιωθέντες ἐν εἰρήνῃ διετέλεσαν τὸν βίον ἀετῶν δίκην πτεροφυήσαντες καὶ εἰς ὕψος ἀρθέντες. εἰ δὲ καὶ μαρτυρίῳ τελειωθῆναι συμβέβηκε τοὺς ὑπὲρ εὐσεβείας ἠγωνισμένους καὶ νενικηκότας, πολὺ μᾶλλον τούτοις ἁρμόσειεν ἡ φήσασα ἐπαγγελία· οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν· μεταβαλόντες γοῦν τὸν θνητὸν βίον καὶ εἰς ἀγγελικὴν ζωὴν μεταστάντες στειλάμενοί τε τὴν οὐράνιον πορείαν πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν, ἢ οὐκ ἐκλυθήσονται κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. εἰ τοίνυν τοῖς ὑπομένουσιν αὐτὸν τοιαύτας ἀμοιβὰς παρέξει, τοῖς δ' ἐναντίοις τὰ ἐπίχειρα ἐκ μέρους μὲν κατὰ τὸν παρόντα βίον ἀποδίδωσι, πληρέστατα δὲ κατὰ τὸν τῆς κρίσεως καιρόν, πῶς ὑμεῖς οἱ καλούμενοι «Ἰακὼβ» καὶ «Ἰσραήλ», οἱ τοῖς θείοις μεμαθητευμένοι λογίοις, τολμᾶτε παρ' ἑαυτοῖς λέγειν, ὡς ἄρα «ἀπεκρύβη ἡ ὁδός σου ἀπὸ τοῦ θεοῦ» «καὶ ἡ κρίσις σου ἀφῃρέθη» «καὶ ἀπέστη». Σὺ μὲν οὖν, ὦ Ἰακώβ, τοιαῦτα διανοῇ, ὁ δέ γε τῶν ὅλων σωτὴρ οὐκ ἐν δευτέρῳ τιθέμενος τὴν τῶν ἀνθρώπων σωτηρίαν σοὶ μὲν τὰ πρέποντα διείλεκται, τοῖς δὲ λοιποῖς ἔθνεσι τὰ κατάλληλα προσφωνεῖ σπεύδειν ἐπὶ τὴν αὐτοῦ γνῶσιν τοὺς πάντας προκαλούμενος. διό φησι· Ἐγκαινίζεσθε πρός με, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν. ἀνθ' οὗ ὁ Σύμμαχος· δουλεύσατέ φησιν ἐπ' ἐμοῦ, νῆσοι, καὶ ἔθνη ἀλλαξάτωσαν ἰσχύν, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα κωφεύσατε πρός με εἴρηται. παρακελεύεται δῆτα ταῖς νήσοις κωφεύειν καὶ σιγᾶν, ὡς ἂν ἐπήκοοι γένοιντο θεϊκῆς ὁμιλίας, σωτηρίου τε κηρύγματος. νήσους δὲ ὀνομάζει συνεχῶς τὰς ἐξ ἁπάντων τῶν ἐθνῶν ἐκκλησίας διὰ τὸ ὥσπερ ὑπὸ θαλάττης περιρρέεσθαι ὑπὸ τῆς ἁλμυρᾶς τοῦ βίου κακίας. εἶτ' ἀνωτέρω εἰπών· «οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν», ἐνταῦθά φησιν· οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ἔθνη ἀλλαξάτωσαν ἰσχύν· ὃ γὰρ ἐπηγγείλατο ἀνωτέρω «τοῖς» αὐτὸν «ὑπομένουσι», τοῦτο αὐτὸ ταῖς νήσοις καὶ τοῖς ἔθνεσι προστάττει λέγων· καὶ ἔθνη ἀλλαξάτωσαν ἰσχύν, ὡς ἂν μεταβάλοιεν τὸν ἑαυτῶν τρόπον καὶ ἀλλαγὴν τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα ποιήσοιντο. εἶθ' ἑξῆς· ἐγγισάτωσάν φησι καὶ λαλησάτωσαν ἅμα, δῆλον δὲ ὅτι τὰ ἔθνη πρὸς μέ φησι, τὸν θεὸν ἐγγισάτωσαν καὶ τὰ ἐμὰ ῥήματα λαλησάτωσαν ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ γενόμενα ἐν τῇ ἐμῇ δηλαδὴ ἐκκλησίᾳ. καὶ τίνα προσήκει